Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.760.1
Not analysed yet
χρῆμα αὐτοῖς τῇ τοῦ Πνεύματος ἐνεργείᾳ καὶ χάριτι. Γέγραπται γὰρ, ὡς «Ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρὸς,» καὶ τὰ ἑξῆς. Ἀλλὰ τρόπος μὲν οἰκονομίας τὸ δρώμενον ἦν· συνίσταν δὲ οὐ πάντες. Ἐπειδὴ δὲ ἅπαξ ταῖς ἑτέρων γλώσσαις ἐλάλουν, ἐπίδειξιν ὥσπερ τινὰ τὴν διὰ τοῦ Πνεύματος ποιούμενοι χάριν, καὶ φιλοκομπίας ἀφορμὴν δεχόμενοι τὸ σημεῖον, ῥᾴθυμοι μὲν ἦσαν τὸ δεῖν τοῖς ὄχλοις τὰ ἐκ τῶν ἁγίων προφητῶν διαλέγεσθαι, καὶ τοῖς εὐαγγελικοῖς συναγορεύειν δόγμασιν· ὡς ἄνωθέν τε καὶ ἐκ πολλοῦ προκεκηρυγμένου· ἀποσεμνυνόμενοι δὲ ὡς ἐπὶ μόνῳ τῷ δύνασθαι γλώσσαις λαλεῖν, τούτου τε καὶ μόνου μεταποιεῖσθαι δεῖν ᾤοντο· καὶ τὸ πρᾶγμα ἦν ἐν σπουδαῖς ταῖς προὐργιαιτάταις. Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω. Τοῦ ἁγίου Κυρίλλου. Τὰ ἐπὶ τῷ σταυρῷ τοῦ Χριστοῦ γενησόμενα προδιδάσκει σαφῶς, καὶ τὰ δι' αὐτὸν τοῖς Ἰουδαίοις συμβαίνοντα διὰ τοῦ Ῥωμαίων πολέμου· τὴν δὲ Χριστοῦ ἡμέραν «τὴν μεγάλην καὶ ἐπιφανῆ,» τὴν τῆς ἀναστάσεώς φησιν. Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος, καὶ ἡ σελήνη εἰς αἷμα. Κυρίλλου. Ἐπὶ ταῖς τῶν Ἰουδαίων δυσσεβείαις, ταῖς εἰς Χριστὸν δηλονότι γεγενημέναις, καὶ αὐτὴ τῶν στοιχείων δεδυσφόρηκεν ἡ φύσις, κατωλοφύρατο δὲ ὥσπερ ἡ κτίσις, ὑβρισμένον ὁρῶσα τὸν ἑαυτῆς Δεσπότην. Καὶ ὁ μὲν θεῖος ναὸς μονονουχὶ καὶ ἀσχάλλων τοῖς πενθοῦσιν ἐν ἴσῳ, περιεῤῥήγνυτο· γέγραπται γὰρ ὅτι τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη ἀπὸ ἄνωθεν ἕως κάτω. Ἥλιος δὲ τὸ οἰκεῖον ἀνάπτων σέλας, καὶ τὴν ἀκτῖνα συνενεγκὼν, οὐκ ἠξίου φαίνειν ἕτι τοῖς ἐπὶ τῆς γῆς· ἐποίει γὰρ σκότος ἀπὸ ὥρας ἕκτης ἕως ὥρας ἐνάτης. Ἐσχίζοντο δὲ καὶ αἱ πέτραι· τάχα δέ που καὶ περὶ τὸν τῆς σελήνης κύκλον ἐπράττετό τι τῶν ἀσυνήθων, ὡς δοκεῖν εἰς αἷμα μεταπεποιῆσθαι καὶ αὐτήν. Σεσίγηται μὲν οὖν τὸ τοιόνδε παρὰ τοῖς ἁγίοις εὐαγγελισταῖς· ἀξιόχρεώς γε μὴν ἡ πίστις ἐκ προφητείας. ὅτι τοῖς τοῦ Δημιουργοῦ νεύμασιν οὐκ ἐν ἡλίῳ μόνῳ τὰ σημεῖα γέγονεν, ἀλλ' οἷον ὅλη πρὸς τὸ ἀκαλλὲς καὶ ἀσύνηθες αὐτῇ μετακεχώρηκεν ἡ κτίσις, σαφὲς ἂν γένοιτο διὰ φωνῆς λέγοντος Ἡσαΐου· «Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ.» Οὐρανὸν δὲ ὅταν λέγῃ, πάντα που πάντως φησὶν τὰ ἐν οὐρανῷ· καὶ οἷον σάκκῳ τῷ σκοτεινῷ καταμφιέσαι φησὶ, πενθοῦντά τε καὶ κατηλγηκότα· καὶ αὐτῷ δὴ τούτῳ διακεκραγότα τῷ σχήματι. Σημεῖα μὲν οὖν ἤτοι τέρατα τὰ ἐν οὐρανῷ ταυτὶ φαίην ἄν. Τὰ δέ γε εἰς γῆν «αἷμά τε καὶ πῦρ καὶ ἀτμίδα καπνοῦ,» καταδηλώσειεν ἂν, οἶμαί που, τὰς τῶν Ἰουδαίων συμφορὰς, ἃς ὁ παγχάλεπος αὐτοῖς ἐπεσώρευσε πόλεμος, ὁ διὰ τῆς Ῥωμαίων χειρός. Αἵματι μὲν γὰρ ἡ πᾶσα μὲν αὐτοῖς κατεῤῥαίνετο χώρα· ἔμελλε δὲ ὅμου ταῖς πόλεσι καταπίμπρασθαι καὶ αὐτὸς ὁ διαβόητος νεώς· οἶκοί τε καπνίζεσθαι κατασεσεισμένοι. Ὅτι δὲ καὶ πρὸ τῆς ἡμέρας τῆς μεγάλης καὶ ἐπιφανοῦς, καθ' ἣν ἅπασι τὸ θεῖον προκείσεται βῆμα Χριστοῦ διδόντος ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ, τὰ τοιάδε τοῖς Ἰουδαίοις συμβήσεται, διαμεμήνυκεν εἰπών· «Πρὶν ἐλθεῖν τὴν ἡμέραν Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.»