# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.764

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.764

Χριστός· «Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ.» Αὐτῶν γὰρ αἱ ἐπαγγελίαι· αὐτῶν οἱ πατέρες. Τοῦ αὐτοῦ. Ἦ γὰρ οὐχὶ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον ἐν τοῖς καθ' ἡμᾶς γεγονότα, τουτέστιν ἄνθρωπον μονονουχὶ ἐκβεβηκέναι δώσωμεν· ἔξω τε γενέσθαι τῆς θεοπρεποῦς εὐκλείας ἐροῦμεν, εἴπερ ἐστὶν ἀληθὲς, ὅτι πλούσιος ὢν ἐπτώχευσε, καὶ καθῆκεν ἑαυτὸν εἰς κένωσιν. Ὁ δὲ ἀδικῶν τὸν πλησίον, ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν; Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; Κυρίλλου. Ἀλεξανδρείας. Ἐνεκαλεῖτο μὲν ὁ θεσπέσιος Μωϋσῆς ὡς ἀνελὼν τὸν Αἰγύπτιον, καίτοι θλίβοντα καὶ ἐγκείμενον. Καταχωννύων δὲ ὥσπερ εἰς ἄβυσσον ὁ Χριστὸς τὰ πονηρὰ δαιμόνια, καὶ τῆς καθ' ἡμῶν τυραννίδος καὶ οὐχ ἑκόντα μεθιστὰς, διὰ τούτων ἐχόντων ἐκπέμπειν αὐτὰ, καίτοι δέον ἐπὶ τούτῳ θαυμάζεσθαι, ἔφασκον· «Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια εἰ μὴ ἐν Βεελζεβοὺλ, ἄρχοντα τῶν δαιμόνων.» Ἐγὼ ὁ Θεὸς τῶν πατέρων σου, ὁ Θεὸς Ἀβραὰμ καὶ ὁ Θεὸς Ἰσαὰκ καὶ ὁ Θεὸς Ἰακώβ. Κυρίλλου. Ἄθρει τοῦ νόμου τὸ ἀδρανές· ἐμφανίζει μὲν γὰρ ἑαυτὸν ὁ τῶν ὅλων Θεὸς, ἀλλ' ἐμφανῆ καθιστάντος ἀποστρέφει τὸ πρόσωπον ὁ Μωϋσῆς. Σημεῖον δ' ἂν γένοιτο καὶ τοῦτο ἡμῖν ἐναργὲς, τοῦ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ τὴν θεοπρεπῆ τοῦ Υἱοῦ καταθρῆσαι δόξαν, ἑαυτὸν ἐμφανίζοντος καὶ μονονουχὶ προσάγοντος ἐπίγνωσιν. Εἶπε δὲ αὐτῷ ὁ Κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου. Κυρίλλου. Νεκρότητός τε καὶ φθορᾶς τὸ χρῆμα σημεῖον· εἴπερ ἐστὶ πᾶν ὑπόδημα ζώου λείψανον τεθνεῶτος ἤδη καὶ κατεφθαρμένου. Ἀπρόσιτος οὖν ὁ Χριστὸς τοῖς ἐν νόμῳ καὶ παιδαγωγικῇ λατρείᾳ. Προσαπονίζεσθαι γὰρ ἀνάγκη τὸν μολυσμὸν, καὶ τὸν ἐκ τῆς ἁμαρτίας προαποτρίβεσθαι ῥύπον. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. Κυρίλλου. Ἐπειδὴ δὲ τὴν Μωαβιτῶν κακίαν πεπληρώκατε τῆς γείτονος Δαμασκοῦ, ταύτῃ τοι οἰχήσεσθαι Δαμασκοῦ ἐπέκεινα, τουτέστιν εἰς Βαβυλῶνα. Καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ Θεῷ Ἰακώβ. Κυρίλλου. «Οὐδεμιᾶς γὰρ, φησὶ, ἀναπαύλης μεθέξω, πρὶν ἂν μάθοιμι τὸν τοῦ Κυρίου τόπον καὶ τὸ σκήνωμα (τουτέστι τὴν σκήνωσιν) τοῦ Θεοῦ Ἰακώβ·» δῆλον δὲ ὅτι Χριστοῦ. Σολομὼν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον· ἀλλ' οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις ναοῖς κατοικεῖ. Κυρίλλου. Ἀνεδείματο μὲν ἐν τοῖς Ἰεροσολύμοις

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
