Ancient Greek
Volume 74
Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.765
Not analysed yet
τὸν διαβόητον ἐκεῖνον νεὼν ὁ σοφώτατος Σολομών· ἐπεγάννυτο δὲ λίαν αὐτῷ τῶν Ἰουδαίων ὁ δῆμος, ᾤοντό τε ὅτι κατῴκησεν ἐν αὐτῷ περιειλημμένος ὁ τῶν ὅλων Θεός. Βραδεῖς γὰρ ἀεί πως εἰς σύνεσιν καὶ τῶν περὶ Θεοῦ λόγων ἀνεπιστήμονες· οἵ γε καὶ Θεοῦ πόλιν οἰηθέντες τὴν Ἱερουσαλὴμ, ἐν αὐτῇ δὲ καὶ μόνῃ διετείνοντο [cod. διεγίνοντο] κατοικεῖν αὐτὸν, διά τοι τοῦ λέγεσθαι διὰ φωνῆς τοῦ Δαβίδ· «Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ πόλις τοῦ Θεοῦ.» Σμικρὰ τοιγαροῦν δοξάζοντας ἐλέγχει Θεὸς, καί φησι· «Ποῖον οἶκον οἰκοδομήσετέ μοι, θρόνον ἔχοντι τὸν οὐρανὸν, ὑποπόδιον τὴν γῆν;» Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. Τοῦ ἁγίου Κυρίλλου εἰς τὸ «Πάτερ, εἰς χεῖράς σου παρατίθημι τὸ πνεῦμά μου.» Μέγα πάλιν καὶ ἐξαίρετον κατόρθωμα ταῖς ἡμετέραις ψυχαῖς, Θεὶς δὲ τὰ γόνατα, ἔκραξε φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς τὴν ἁμαρτίαν ταύτην. Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη. Σαῦλος δὲ ἦν συνευδοκῶν τῇ ἀναιρέσει αὐτοῦ. Τοῦ αὐτοῦ. Ὥσπερ γὰρ ἀπολογούμενος ὅτι οὐδὲ τὰ πρότερα ἦν θυμοῦ, φησί· «Κύριε·» καὶ βουλόμενος αὐτοὺς ταύτῃ ἐπισπάσασθαι. Τὸ γὰρ ἀφεῖναι μὲν τὸν θυμὸν καὶ τὴν ὀργὴν τῷ φόνῳ, καθαρθῆναι δὲ τὴν ψυχὴν τοῦ πάθους, εὐπαράδεκτον ἐποίει τὸν λόγον. Τοῦ αὐτοῦ. Καὶ οὐχ ἁπλῶς εὔχεται ὁ μακάριος οὗτος, ἀλλὰ μετὰ προσοχῆς θεὶς τὰ γόνατα. Ὅρα θεῖον αὐτοῦ τὸν θάνατον· μέχρι τούτου συνεχώρησε τὴν ψυχὴν εἶναι ἐν αὐτῷ ὁ Δεσπότης. Ἐν προοιμίοις τοῦ κηρύγματος ὁ Στέφανος ὑπὲρ τοὺς ποταμοὺς ῥέων καὶ πάντας ἐπιστοματίζων, ὁ τὰς ἀναισχύντους ἀποφράττων Ἰουδαίων γλώττας, ᾧ οὐδεὶς ἀντιστῆναι ἠδύνατο, ὁ πάντα συγχεὶς τὰ Ἰουδαϊκὰ, ὁ λαμπρὸν στήσας τρόπαιον καὶ νίκην περιφανῆ, ὁ γενναῖος οὗτος καὶ σοφὸς, καὶ χάριτος πεπληρωμένος, καὶ τοσαύτην Ἐκκλησίαν ὠφελῶν, οὐδὲ πολὺν χρόνον ποιήσας ἐν τῷ κηρύγματι, ἀθρόον ἡρπάγη· καὶ ὡς βλάσφημος κατεδικάζετο καὶ κατελιθοβολεῖτο. Τοῦ αὐτοῦ. Σημεῖον μέγιστον ἐκφέρων τῆς εἰς Θεὸν ἀγάπης. Ὥσπερ γὰρ ὁ καταρώμενος τῷ διώκοντι δείκνυσιν ὅτι οὐ σφόδρα χαίρει ὑπὲρ τοῦ Χριστοῦ ταῦτα πάσχων, οὕτως ὁ εὐλογῶν πολὺν ἐμφαίνει αὐτοῖς τὸν ἔρωτα. Τοῦ αὐτοῦ. Τί οὖν οὐκ ἔστησεν αὐτοῖς τὸ ἁμάρτημα, ἀλλ' ἀφήθη, φησίν; Εἰ μετενόησαν ἀφήθη. Καὶ γὰρ ὁ μυρίαις βάλλων αὐτὸν χερσὶ, καὶ διώξας τὴν Ἐκκλησίαν Παῦλος, τῆς Ἐκκλησίας προστάτης ἐγένετο. Ἡ δὲ περιοχὴ τῆς Γραφῆς ἣν ἀνεγίνωσκεν, ἦν αὕτη· Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείραντος αὐτὸν ἄφωνος· οὗτος οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Κυρίλλου. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς. Ἀποφέρονται γὰρ εἰς τὸ καρθῆναι κατὰ και-