# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.768

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.768

ροὺς τὰ πρόβατα, καὶ τὰς κουρίδας μαχαίρας ἐπιφέρουσιν οἱ ποιμένες· καίτοι πάσχοντα, τοῖς τοῦτο δρῶσιν οὐκ ἐπιπηδᾷ· οὕτως καὶ ὁ Χριστὸς λοιδορούμενος οὐκ ἀντιλοιδόρει· πάσχων οὐκ ἠπείλει· ἐπειδή περ καὶ ὑπὲρ φύσιν τὴν καθ' ἡμᾶς πεπράχθαι πιστεύεται τὸ τῆς κατὰ σάρκα γεννήσεως αὐτοῦ μυστήριον. Διὰ τοῦτό φησιν, ὅτι «Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ·» ἀντὶ τοῦ, ἐπαίρεται καὶ ὑψηλοτέρα τῶν ἐπὶ γῆς ἐστιν ἡ ζωὴ αὐτοῦ, τουτέστιν ἡ πολιτεία. Αἴρεται δὲ καὶ ἑτέρως, καὶ ὑπὲρ πάντας ἐστὶν ἡ ζωὴ αὐτοῦ· τουτέστιν ἡ ὕπαρξις τοῦ Μονογενοῦς· ὅταν ἔξω σαρκὸς καὶ οὕπω καθ' ἡμᾶς γενόμενος. Ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Κυρίλλου. Οἰκονομία τις ἐγένετο διὰ τὴν πολλὴν τῶν ἐκ περιτομῆς πιστευσάντων διάκρισιν, πρὸ τοῦ βαπτίσματος καταξιωθῆναι τοὺς περὶ τὸν Κορνήλιον τοῦ Πνεύματος· ἵνα τὴν ἀντίῤῥησιν τῶν ἀγανακτούντων παύσῃ. Ὅθεν δὲ καὶ εἰκότως περὶ τῶν ἀντιλεγόντων εἴρηται· «Ἀκούσαντες δὲ ἡσύχασαν.» Ὡς δὲ ἐπλήρου Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι, οὐκ εἰμὶ ἐγὼ, ἀλλ' ἰδοὺ, ἔρχεται μετ' ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Κυρίλλου. Μόνης γὰρ καὶ ἰδικῶς ἔργον ἐστὶ τῆς πάντα ὑπερκειμένης οὐσίας, τὸ ἓν εἶναι δύνασθαί τισι τὸ Πνεῦμα τὸ ἅγιον καὶ θείας φύσεως κοινωνοὺς ἀποφαίνειν τοὺς προσιόντας αὐτῇ. Ἐνυπάρχει δὲ τοῦτο οὐ κατὰ μετάληψιν καὶ μέθεξιν τὴν παρ' ἑτέρου τινὸς, ἀλλ' οἴκοθεν καὶ οὐσιωδῶς τῷ Χριστῷ· «βαπτίζει γὰρ ἐν ἁγίῳ Πνεύματι.» Θεὸς οὖν ἄρα ἐστὶ καὶ καρπὸς τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐνανθρωπήσας Λόγος. Ἀλλ' ἔδρα τοῦτο, καὶ ὅτε γέγονεν ἄνθρωπος, ὡς εἷς ὢν Υἱὸς μετὰ τῆς ἀῤῥήτως τε καὶ ἀπερινοήτως ἑνωθείσης αὑτῷ σαρκός. Καὶ γὰρ ὁ μακάριος Βαπτιστὴς προειπὼν, ὅτι «Οὐκ εἰμὶ ἄξιος ἵνα κύψας λύσω τὸν ἱμάντα τῶν ὑποδημάτων αὐτοῦ,» προσήνεγκεν εὐθύς· «Οὗτος ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί·» καὶ πόδας δηλονότι καὶ ὑποδήματα ἔχων. Οὐ γάρ τοι φαίη τις ἂν, εἴ γε νοῦν ἔχοι, ὡς ἄσαρκος ὢν ὁ Λόγος, καὶ οὔπω γενόμενος καθ' ἡμᾶς, πόδας ἔχει καὶ ὑποδήματα, ἀλλ' ὅτε γέγονεν ἄνθρωπος· ἐπειδὴ τὸ εἶναι Θεὸς οὐκ ἀπώλεσεν· ἐνήργηκε πάλιν καὶ οὕτω θεοπρεπῶς, τὸ Πνεῦμα διδοὺς τοῖς πιστεύουσιν εἰς αὐτόν. Ἦν γὰρ ἐν ταυτῷ Θεός τε ὁμοῦ καὶ ἄνθρωπος ὁ αὐτός. Ὁ τὸ ὑπόδημα ὁμολογῶν οὐκ ἄξιος εἶναι λῦσαι, πῶς τῇ οὐσίᾳ συγκριθήσεται; Ὡς καὶ ἐν τῷ ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε. Κυρίλλου. Ὁ μόνος εἰδὼς τὸν Πατέρα, καὶ ὑπὸ μόνου γινωσκόμενος τοῦ Πατρὸς, ἡ σοφία καὶ ὁ Λόγος αὐτοῦ, «ὁ τῆς μεγάλης βουλῆς Ἄγγελος,» κατὰ τὴν τοῦ προφήτου φωνὴν, τῆς μετὰ σαρκὸς οἰκονομίας

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
