# Fragmenta in Acta apostolorum et in epistulas catholicas 74.769

Cyrillus, Fragmenta in Acta apostolorum et in epistulas catholicas, Volume 74. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-acta-apostolorum-et-in-epistulas-catholicas/74.769

ἡμῖν τὸ μυστήριον εὖ μάλα διατρανοῖ. Υἱὸς γὰρ ὢν φύσει καὶ ἀληθῶς, καὶ ἐξ αὐτῆς ἀναλάμψας τῆς οὐσίας τοῦ Θεοῦ καὶ Πατρὸς, γέγονε σὰρξ, τουτέστιν ἄνθρωπος, κατὰ τὴν Ἰωάννου φωνήν· καὶ κεχρημάτικεν ἀδελφὸς τῶν ἐπὶ τῆς γῆς, καὶ τὴν κατὰ σάρκα μεθ' ὑμῶν ὑπέστη γέννησιν· καίτοι προαιώνιος ὢν καὶ ἀεὶ συνυφεστηκὼς τῷ γεγεννηκότι, πλὴν εἰ καὶ γέγονε σάρξ. Ἴδιον ὄντα Υἱὸν οἶδεν αὐτὸν καὶ οὕτως ὁ Πατήρ· ἔφη γὰρ, ὅτι «Υἱός μου εἶ σύ· ἐγὼ σήμερον γεγέννηκά σε.» Ὁρᾷς ἐναργῆ τὴν ὁμολογίαν ἤγουν τὴν ἀνάῤῥησιν. Τὸ μὲν γὰρ «εἶ» τέθεικεν, ἵνα δείξῃ τὸν προαιώνιον· οὐ γὰρ ἐν χρόνῳ γέγονεν· ἀλλ' ἦν ἀεὶ τοῦτο, τουτέστιν Υἱός. Ἐπήνεγκε δὲ τὸ «σήμερον ἐγέννησά σε,» ἵνα τὴν νεωτάτην αὐτοῦ καὶ κατὰ σάρκα δείξῃ γέννησιν, ἣν ὑπέμεινεν ἑκὼν διὰ τῆς ἁγίας Παρθένου· ταύτῃ τοι καὶ θεότοκος ὠνόμασται. Βλέπετε οὖν μὴ ἐπέλθῃ τὸ εἰρημένον ἐν τοῖς προφήταις, Ἴδετε, οἱ καταφρονηταὶ, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, κ. τ. λ. Κυρίλλου. Ἴδετε, οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε· καὶ τὸ τραχὺ ὂν πῶς ὑποτέμνεται· μὴ ἐπέλθῃ, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον. Οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Κυρίλλου. Ἐπέλαμψε τοίνυν τοῖς ἔθνεσιν ὁ Χριστὸς, καὶ φωτὸς θείου μεμεστωμένην ἀπέφηνε τὴν ὑπ' οὐρανὸν, καὶ καθαροῖς διανοίας ὄμμασι τὴν θεῖαν τε καὶ ἀνωτάτω περιαθρῆσαι φύσιν· καὶ τοὺς τῆς πνευματικῆς λατρείας καθιερῶσαι τρόπους. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαῤῥήξαντες τὰ ἱμάτια ἑαυτῶν, ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες. Κυρίλλου. Ἔθος ἐστὶν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις περιρρηγνύναι τὰ ἱμάτια. Καὶ γοῦν ὁ Καϊάφας, Υἱὸν ἑαυτὸν τοῦ Θεοῦ λέγοντος τοῦ Χριστοῦ, περιέῤῥηξε τὴν ἐσθῆτα, διακεκραγώς τε καὶ λέγων, «Ἐδυσφήμησε.» Δεδράκασι δὲ τοῦτο καὶ οἱ θεσπέσιοι μαθηταὶ Παῦλός τε καὶ Βαρνάβας. Γεγόνασι μὲν ἐν Λυκαονίᾳ· ἐπειδὴ δέ τινα τῶν ἠῤῥωστηκότων τοῦ πάθους ἀπήλλαττον, καὶ παράδοξον ἦν τοῖς ὁρῶσι τὸ χρῆμα, θύειν ἤθελον αὐτοῖς τῆς θεοσημείας οἱ θεωροί· ἔφασκον γάρ· «Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις ἦλθον πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ὅτι αὐτὸς ἦν, φησὶν, ὁ ἡγούμενος τοῦ λόγου.» Ἐπειδὴ δὲ τὸ δρώμενον δυσφημία τις ἦν, διέῤῥηξαν τὰ ἱμάτια ἑαυτῶν, παραδόσεσι Ἰουδαϊκαῖς καὶ ἐγγράφοις ἔθεσιν ἀκολουθοῦντες. Ἔτι διαβέβληται τὸ ἔθος, ὡς οὐκ ὂν ἐκ νόμου καὶ ἀνόνητον παντελῶς. Καὶ γοῦν ἔφη πρὸς Ἰουδαίους ὁ τῶν ὅλων Θεὸς, πλαττομένους τὰ τοιάδε, καὶ τῆς ἀληθοῦς εὐσεβείας ἀποφοιτῶντας μακράν· «Ἐπιστρέψατε πρός με ἐξ ὅλης τῆς καρδίας ὑμῶν, ἐν νηστείᾳ καὶ κλαυθμῷ καὶ ἐν κοπετῷ· καὶ διαῤῥήξατε τὰς καρδίας ὑμῶν, καὶ μὴ τὰ ἱμάτια ὑμῶν.»

---

Cyrillus Theol., Fragmenta in Acta apostolorum et in epistulas catholicas. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg095.local001/.
