# Fragmenta in Canticum canticorum 69.1281

Cyrillus, Fragmenta in Canticum canticorum, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-canticum-canticorum/69.1281

θεία διδασκαλία· χρυσίον δὲ, τὰ θεῖα χαρίσματα. Πάντα δὲ, πρὸ τῆς ἐπιδημίας Χριστοῦ, ὁμοιώματα ἦν καὶ σκιὰ τῶν μελλόντων, κατὰ τὸν Ἀπόστολον, ἀγαθῶν. Ἀναστὰς δὲ Χριστὸς τὰ τέλεια τοῖς ἀνθρώποις δεδώρηται· πρὸ δὲ τῆς ἀναστάσεως ὁμοιώματα εἴχομεν, παρὰ τῶν ἐπαίνων [ita cod.] αὐτοῦ, τοῦ τε νόμου καὶ τῶν προφητῶν. Νάρδῳ καὶ ἀποδέσμῳ στακτῆς ὁ ἐνταφιασμὸς σημαίνεται Χριστοῦ· ἃ Νικόδημος φέρων ἐνετύλιξε τὸ σῶμα αὐτοῦ. Μαστοὺς δὲ φέρει τὰς δύο Διαθήκας ἡ νύμφη, ὧν ὁ Χριστὸς ἀνὰ μέσον αὐλίζεται. Καλὴν αὐτήν φησιν, οὐχ ὡς πρότερον ἐν γυναιξὶ λέγων μόνον, ἀλλ' ἤδη καὶ ὡς πλησίον αὐτοῦ, ἀναδιπλασιάζει τῆς νύμφης ὁ νυμφίος τὸν ἔπαινον, τό τε θεωρητικὸν αὐτῆς ἐπαινῶν καὶ τὸ πρακτικόν. Ὀφθαλμοὺς δὲ τοὺς εἰς νοῦν καὶ καρδίαν φησίν· καὶ περιστερᾶς τὸ διορατικοὺς, καθ' ὃ καὶ εἰς Πνεῦμα λαμβάνεται. Λέγει οὖν ὡς ἐδέξατο νοῦν ἡ νύμφη μόνον ὁρῶντα Θεόν. Ὀφθαλμοὶ δὲ καὶ οἱ ἄκακοι καὶ ὀξυδερκεῖς τῆς Ἐκκλησίας διδάσκαλοι. Ἐγὼ ἄνθος τοῦ πεδίου, κρίνον τῶν κοιλάδων. Ὡς δεξαμένη ἡ νύμφη τὸν ἄνωθεν ὑετὸν, καὶ τεκοῦσα τὴν ἀρετὴν, ἄνθει ἑαυτὴν παραβάλλει πεδίου· δείκνυσι δὲ ὅσον ὠφέλησεν ἡ τοῦ Χριστοῦ ἐπιδημία, ὅσου γε καὶ τὰς κοιλάδας τὰς ἀνεπιτηδείους πρὸς ἅπαντα σπόρον, τοιούτων μεστὰς ἔδειξεν ἀνθέων. Κοιλάδα γὰρ λέγει τὴν ἀποκοιλανθεῖσαν ἀπὸ τῶν οἰκησάντων αὐτὴν πάλαι δαιμόνων. Στοιβάσατέ με ἐν μήλοις. Τοῖς εὐαγγελικοῖς με ἀσφαλίσατε λόγοις· οὗτοι γὰρ ἡμῖν εὐωδιάζουσι Χριστόν. Συνταχθείην δὲ, φησὶ, κἀγὼ μετὰ τῶν ἁγίων αὐτοῦ· ὡς γὰρ αὐτὸς μῆλον, οὕτως σύσσωμοι καὶ συμμέτοχοι αὐτοῦ μῆλα. Εὐώνυμος αὐτοῦ, κ.τ.λ. Εὐώνυμος ὁ νόμος, δεξιὰ τὸ Εὐαγγέλιον. Ἢ καὶ εὐώνυμος ὁ παρὼν βίος, δεξιὰ ὁ μέλλων, ἥτις με περιλήψεται ὅταν τοῖς ἐκ δεξιῶν εἴπῃ· «Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου.» Λέγει δὲ καὶ ἑτέρωθι· «Μῆκος βίου καὶ ἔτη ζωῆς, ἐν δεξιᾷ τῆς σοφίας· ἐν δὲ τῇ ἀριστερᾷ, πλοῦτος καὶ δόξα.» Δεξιὰ γοῦν αὐτῆς ἡ τῶν θείων ἐπιστήμη, ἐξ ἧς ἡ αἰώνιος ζωή· ἀριστερὰ δὲ ἡ τῶν ἀνθρωπίνων γνῶσις, ἐξ ὧν πλοῦτος καὶ δόξα. Λέγει τοίνυν, ὅτι Ὑπερέχει ὁ νοῦς μου τὰ ἀνθρώπινα· καὶ ἡ θεία γνῶσις καλύψει με. Καὶ γὰρ εἴρηται πάλιν· «Τίμησον αὐτὴν, ἵνα σε περιλάβῃ.» Δείκνυσι τοίνυν, ὅτι ὁ αὐτὸς καὶ νυμφίος καὶ τοξότης ἡμῶν ἐστι, νύμφη τε καὶ βέλος ἡ κεκαθαρμένη ψυχή· ὡς βέλος οὖν πρὸς τὸν ἀγαθὸν εὐθύνει σκοπόν. Ὡς νύμφην εἰς κοινωνίαν ἀναλαμβάνει τῆς ἀφθάρτου ἀϊδιότητος, μῆκος βίου καὶ ἔτη ζωῆς, διὰ τῆς δεξιᾶς χαριζόμενος· διὰ δὲ τῆς ἀριστερᾶς, τὸν τῶν αἰωνίων ἀγαθῶν πλοῦτον καὶ τὴν τοῦ Θεοῦ δόξαν, ἧς οἱ τὴν τοῦ κόσμου ζητοῦντες δόξαν ἀμέτοχοι γίνονται. Διὰ τοῦτό φησιν, ὅτι «Εὐώνυμος αὐτοῦ ἐπὶ τὴν κεφαλήν μου,» δι' ἧς εὐθύνεται ὑπὸ

---

Cyrillus Theol., Fragmenta in Canticum canticorum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg102.local001/.
