Ancient Greek
Volume 69
Cyrillus Theol., Fragmenta in Canticum canticorum 69.1292
Not analysed yet
ψον ὀφθαλμοὺς, καὶ εἰς ἐμὲ κλῖνον· αὐτοὶ γὰρ, φησὶν, τὴν ἀγάπην ἐξήγειράν μοι [cod. σε]. Ἔργον τεχνίτου Τεχνίτην δὲ τὸν δημιουργὸν ὀνομάζει Χριστόν· ὡς γὰρ ὑπήκοος γέγονεν, οὕτως ἡ Ἐκκλησία. —Λέγει δὲ καὶ τὴν σωφροσύνην αὐτῆς καὶ τὴν ὑποταγήν· τῆς ψυχῆς ταύτης ὑποτεταγμένης τῇ πίστει, τοῦ δὲ σώματος τῇ σωφροσύνῃ. Δηλοῖ δὲ καὶ τὸ ἱερατεῖον αὐτῆς λέγων· «Μὴ ὑστερούμενος κράματι,» δηλονότι τῷ τοῦ Χριστοῦ αἵματι· τοῦτο γὰρ τοῖς ἱερεῦσιν ἐν χερσίν. Τράχηλον δὲ αὐτῆς τοὺς διακόνους τοῦ Χριστοῦ λέγει, διὰ τὸν Χριστὸν βαστάζειν τῆς Ἐκκλησίας τὴν κεφαλήν. Βαστάζουσι γὰρ αὐτοῦ τὸ ἅγιον σῶμα ἐν καθαρᾷ συνειδήσει, ὁμολογοῦντες αὐτοῦ τὰ μυστήρια. Διόπερ ἐλεφάντινον εἴρηκεν, ὁποίους ὁ Παῦλός φησιν διακόνους σεμνοὺς, μὴ οἴνῳ πολλῷ προσέχοντας. Βασιλεὺς δεδεμένος ἐν παραδρομαῖς. Ἢ καὶ ἄλλως, σύνδεσμον τῆς τῶν λαῶν ἀγάπης ἄγεσθαί φησιν εἰς βασίλειον ἱεράτευμα. Ἢ καὶ ἐν τρυφῇ σου, τῇ ἀγάπῃ σου, διὰ τό τινα καὶ αὐτῶν τῶν δικαίων νομίζεσθαι. Τοῖς δὲ βότρυσιν οἱ μασθοὶ ἀπεικάζονται, τοῖς ἔχουσι τὴν πνευματικὴν εὐφροσύνην. Ἢ ὅτι ἐγὼ τὴν ὁμολογίαν προσάγω, καὶ ἐπ' ἐμὲ ἡ ἐπιστροφὴ αὐτοῦ· ἢ ἐν τῇ παρουσίᾳ τῇ δευτέρᾳ, ἢ καὶ ἀπὸ τοῦ λαοῦ τῶν Ἰουδαίων. Ἁγιάζεται τοίνυν ἡ τροφὴ τῆς νύμφης, συνευωχουμένου Χριστοῦ. Ἤγουν εὔχεται τὴν ἐπιδημίαν τοῦ Σωτῆρος εἰς τὴν Ἰουδαίαν ἡ Ἐκκλησία γενέσθαι, κατὰ πρόνοιαν τοῦ διδόντος αὐτὸν τοῖς ἀνθρώποις, ἵνα θηλάσῃ τὴν Θεοτόκον. Εὑροῦσά σε. Ἤγουν ἔξω Ἱερουσαλὴμ ὅπου ἐσταυρώθη. Ἢ τὸν ἐνταφιασμὸν λέγει, ὃν ἤνεγκεν Ἰωσὴφ καὶ Νικόδημος. Ῥοῶν δὲ λέγει τῶν ἁγίων. Περίπτερα αὐτῆς, περίπτερα πυρός. Τὰ τείχη, φησὶν, τῆς Ἐκκλησίας πῦρ ἐστι. Τῷ πνευματικῷ Σαλομὼν ἀμπελὼν ἐγενήθη· λέγει δὲ τὴν Ἐκκλησίαν. Τὸ δὲ Βεελαμὼν Ἐν τοῖς πεπιστευκόσιν ἑρμηνεύεται. Τίνες δὲ πεπιστεύκασιν, ἢ οἱ τὰς ἐντολὰς αὐτοῦ δεξάμενοι; Ὁ μὲν καθήμενος ἐν κήποις, τὰς Ἐκκλησίας ἐπισκοπεῖ· οἱ ἑταῖροι δὲ προσέχουσιν, οὐδὲ κρίνου-