Ancient Greek · ~3 min
Volume 70
Cyrillus Theol., Fragmenta in Ezechielem (in catenis) 70.1457
Not analysed yet
IN EZECHIELEM. Καὶ τέσσαρες πτέρυγες τῷ ἑνί. (Cat. Ezech. f. 192. b.) Ἑστήκασι γὰρ ἀεί πως αἱ νοεραὶ καὶ ἄνω δυνάμεις, οὐκ ὀκλάζουσαι πρὸς τὰ αἰσχίω, ἀλλὰ τὴν ὀρθὴν καὶ ἀμώμητον τῆς αὐταῖς πρεπούσης ζωῆς διᾴττουσιν τρίβον. Καὶ ἔσονται ἐπὶ τῶν ὀρέων ὡς περιστεραί. (Cat. f. 198. b.) Οἱ μακάριοι μαθηταί· περιῆλθον γὰρ πᾶσαν ὑπ' οὐρανὸν, τὸ Χριστοῦ λαλοῦντες μυστήριον, καὶ ᾠδὴν καὶ λύραν ἔχοντες αὐτό. Καὶ ἐὰν ὦσιν οἱ τρεῖς ἄνδρες οὗτοι ἐν μέσῳ αὐτῆς, Νῶε, καὶ Δανιὴλ, καὶ Ἰώβ. (Cat. f. 203. b.) Ἐπειδὴ οἶμαι δεῖν οὐκ ἀβασανίστους ἐᾷν τὰς τοῦ προφήτου φωνὰς, φέρε λέγωμεν τί δήποτε, Νῶε καὶ Ἰὼβ καὶ Δανιὴλ τεθνεώτων ἤδη,