Ancient Greek
Volume 70
Cyrillus Theol., Fragmenta in Jeremiam (in catenis) 70.1452
Not analysed yet
FRAGMENTA EX CATENIS IN IEREMIAM, BARUCH, EZECHIELEM ET DANIELEM PROPHETAS. IN JEREMIAM. Ὄντως εἰς ψεῦδος ἦσαν οἱ βουνοὶ καὶ δύναμις τῶν ὀρέων, κ. τ. λ. Διαμέμνηται ὀρῶν καὶ βουνῶν, ἐπείπερ ἐν αὐτοῖς κατὰ τοὺς ἀρχαίους ἐκείνους καιροὺς ἱερά τε καὶ τεμένη δειμάμενοι καὶ βωμοὺς ἀναστήσαντες, τοῖς δαιμονίοις χαριεστάτας προσεκόμιζον θυσίας. Ἡ δὲ αἰσχύνη κατανάλωσε τοὺς μόχθους τῶν πατέρων ἡμῶν ἀπὸ νεότητος αὐτῶν. Αἰσχύνην λέγουσι τὴν ἀληθῶς ἀκλεᾶ καὶ ἀδοξοτάτην εἰδωλολατρείαν, καὶ τὴν ἐπὶ τούτῳ πλάνησιν, ἣ καὶ τοὺς μόχθους τῶν πατέρων αὐτῶν κατανάλωσε· δεδαπανήκασι γὰρ ἱερουργοῦντες τοῖς δαίμοσι τὰ πρόβατα αὐτῶν, καὶ τοὺς μόσχους αὐτῶν, καὶ φρονήσεως ζημίαν ὁμοῦ τοῖς οὖσιν ὑπέμειναν. Οἴ μοι. ὅτι ἐκλείπει ἡ ψυχή μου ἐπὶ τοῖς ἀνῃρημένοις. Περιδράμετε ἐν ταῖς ὁδοῖς Ἱερουσαλήμ. Ὁρᾷς ἐν τούτοις ὠδίνοντα μὲν ἐπὶ τοῖς ἀνῃρημένοις, καὶ προχείρως μὲν ἐλεεῖν ἐθέλοντα τὴν Ἱερουσαλὴμ, εἰργόμενον δέ πως ὑφ' ἑαυτοῦ, μονονουχὶ δὲ καὶ ἀνασειράζοντα τὴν θεοπρεπῆ γαληνότητα διὰ τὸ τῆς ἁμαρτίας ὑπέρογκον· ζητοῦντα δ' οὖν ὅμως τὸ κατοικτείρειν τὰς ἁμαρτίας, καὶ ἐφ' ἑνὶ θέλοντα καταλύειν τὰ ἐξ ὀργῆς; Ἕνα γὰρ ἄνδρα τοὺς περιθέοντας ἐπιδεικνύναι πιστὸν ἐν αὐτῇ διετάττετο. Καὶ ἐγὼ εἶπα· Ἴσως πτωχοί εἰσι, διότι οὐκ ἐδυνήθησαν, κ. τ. λ. Τὸ προὖχον καὶ ἱερώτερον ἐν τοῖς Ἰουδαίοις ταλανίζεται μὲν εἰκότως, ῥαγδαιοτέραν δὲ τὴν ὀργὴν ἐπήντλησεν αὐτῷ. Καὶ τοῦτο σαφηνιεῖ λέγων αὐτὸς ὁ Χριστὸς, Οὐαὶ ὑμῖν, Γραμματεῖς καὶ Φαρισαῖοι ὑποκριταὶ, ὅτι περιάγετε τὴν θάλασσαν καὶ τὴν ξηρὰν, ποιῆσαι ἕνα προσήλυτον, κ. τ. λ. Πρὸς τίνα λαλήσω καὶ διαμαρτύρομαι; Κατωνείδιζον γὰρ τὸ ῥῆμα Χριστοῦ, τοῖς ἀκροωμένοις περὶ αὐτοῦ λέγοντες· Δαιμόνιον ἔχει καὶ μαίνεται· τί αὐτοῦ ἀκούετε; Οὐχὶ ὁρᾷς τί αὐτοὶ ποιοῦσι ἐν ταῖς πόλεσιν Ἰούδα;