# Fragmenta in Jeremiam (in catenis) 70.1453

Cyrillus, Fragmenta in Jeremiam (in catenis), Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-jeremiam-in-catenis/70.1453

Ὁσίᾳ δὴ οὖν τετιμώρηνται ψήφῳ. Ἀναθέντες γὰρ κτίσει τὸ σέβας, καὶ τοῖς ἔργοις τῶν ἰδίων χειρῶν λατρεύσαντες, αὐτοὶ ταῖς ἰδίαις ἐπήντλησαν κεφαλαῖς τὰ ἐκ θείας. ὀργῆς. Οὐ γὰρ ἀδίκως ἐκτείνεται δίκτυα πτερωτοῖς, κατὰ τὸ γεγραμμένον. ᾘσχύνθησαν σοφοί. Σοφοὺς ἔοικεν ἐν τούτοις ὑποδηλοῦν τοὺς τῶν Ἑλλήνων λογάδας, ποιητάς τε καὶ συγγραφέας· οἳ γλῶτταν μὲν ἔχουσιν εὐφυᾶ καὶ περιειργασμένην, καὶ ταῖς τῶν λόγων κομψείαις ἐξησκημένην εἰς τὸ ἐπίχαρι, φρονήσεως δὲ τῆς ἀληθοῦς ἀμέτοχοι τὴν καρδίαν. Ὡς γὰρ ὁ πάνσοφος γράφει Παῦλος, «Ἐματαιώθησαν ἐν τοῖς διαλογισμοῖς αὐτῶν, καὶ ἐσκοτίσθη ἡ ἀσύνετος αὐτῶν καρδία. Φάσκοντες εἶναι σοφοὶ, ἐμωράνθησαν,» καὶ ἑξῆς. Οὐκοῦν σοφοὶ μὲν, τό γε ἧκον εἰς φωνὴν καὶ γλῶτταν, ἄσοφοι δὲ εἰς τὴν καρδίαν. Ἡ δὲ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι, κατὰ τὸ γεγραμμένον. Ἐλαίαν ὡραίαν εὔσκιον τῷ εἴδει. Ἀχρειοῖ γὰρ ὁλοτρόπως τὴν τοῦ ἀνθρώπου ψυχὴν τὸ ἀποφοιτῆσαι Θεοῦ καὶ ἀμοιρῆσαι παντελῶς τῆς παρ' αὐτοῦ χάριτος καὶ ἐπικουρίας. Φοβερὸν γὰρ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος. Πρὸς σὲ ἔθνη. Εἰ γὰρ καὶ γεγόνασιν ὑβρισταὶ καὶ ἀπειθεῖς, καὶ ἀσυνεσίας ἔμπλεω τὴν διάνοιαν ἔχοντες, ἀλλ' οὖν σώζονται καὶ δοξάζονται παρὰ Χριστοῦ. Ἀπαρχὴ δὲ τούτων γεγόνασιν οἱ ἀθλοφόροι μάρτυρες, ὧν τῆς εὐκλείας ἡ φαιδρότης ὅλην ἀστράπτει τὴν ὑπ' οὐρανόν. Καὶ ἔσται ὡς τὸ ξύλον. Οὐ γὰρ ἐπὶ πλούτῳ μέγα φρονεῖ, οὔτε μὴν διακένων δοξαρίων ἐκτὸς γεγονὼς τὴν ὀσφὺν ὑψηλήν (sic)· εἰκαιότητος γὰρ ταῦτα, καὶ ἕτερον οὐδέν. Καὶ γάρ ἐστιν ἀσφαλὲς ἐνέχυρον εἰς σωτηρίαν, τὸ ἐπὶ Θεῷ πεποιθέναι τῷ πάντα ἰσχύοντι· τὸ δὲ ἐφ' ἑτέροις τισι ποιεῖσθαι τὴν ἐλπίδα, μάταιον καὶ ἀνωφελές. Ἰδοὺ ὡς ὁ πηλός. Μεταπλάττει γὰρ εὐκόλως ἐφ' ᾧπερ ἂν ἕλοιτο τὸ παρ' αὐτοῦ γεγονός. Οὐκ ἰδοὺ οἱ λόγοι; κ.τ.λ. Πῦρ ὀνομάζει τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, ἢ καὶ αὐτὴν τὴν τοῦ ἁγίου Πνεύματος μέθεξιν, ὃ καὶ πυρὶ παρεικάζεται. Καὶ γοῦν ὁ πάνσοφος Ἰωάννης ὁ Βαπτιστὴς περὶ αὐτοῦ τε καὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Ἰησοῦ Χριστοῦ οὕτω φησίν· Ἐγὼ ὑμᾶς ὕδατι βαπτίζω εἰς μετανοίαν, κ.τ.λ. Ὀρθῶς οὖν ἔφη ὁ Χριστός· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω εἰ ἤδη ἀνήφθη; Καὶ ὑπεστρέψατε Ὁρᾷς ὅπως οὐκ ἀνέχεται τῶν τύπων ἀθετουμένων, μᾶλλον δὲ αὐτῆς τῆς ἀληθείας ἐξυβρισμένης ὡς ἐν σκιαῖς ἔτι; Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ, κατὰ τὸ γεγραμμένον. Τοὺς δὲ ἀνεθέντας ἅπαξ ἀνόπιν ἕλκοντες Ἰουδαῖοι, καὶ τοῖς τῆς δουλείας αὖθις ὑποφέροντες ζυγοῖς, τὸ

---

Cyrillus Theol., Fragmenta in Jeremiam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg104.local001/.
