# Fragmenta in Jeremiam (in catenis) 70.1456

Cyrillus, Fragmenta in Jeremiam (in catenis), Volume 70. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-jeremiam-in-catenis/70.1456

ἀμεταμέλητον οὐ τετηρήκασι· προσκεκρούκασί τε διὰ τοῦτο, τοῦ μυστηρίου τὴν δύναμιν ἀτιμάζοντες, εἰ καὶ ἦν ἐν τύποις ἔτι. Δικαιούμεθα δὲ ὅτι δωρεὰν διὰ χάριτος τῆς ἐν Χριστῷ ζωῆς ἀντάλλαγμα προσενεγκόντες οὐδὲν, ἀλλ' οὐδὲ τὴν τῆς ἐλευθερίας ἐκπριάμενοι δόξαν, ἡμερότητι δὲ καὶ φιλανθρωπίᾳ Δεσποτικῇ τὸ χρῆμα κερδαίνοντες. Ἐὰν ὑμεῖς δῶτε, κ.τ.λ. Ἐπειδὴ γὰρ ταῖς Αἰγυπτίων ἐπικουρίαις ἐπιθαρσήσαντες ἀντεφέροντο τοῖς Βαβυλωνίοις, ταύτῃ τοι λελυπημένοι μετὰ τὴν τῶν Ἱεροσολύμων καὶ τῆς Σαμαρείας ἅλωσιν, ἐτράποντο κατ' αὐτῶν, καὶ ἀμογητὶ νενικήκασιν. Τοῦ ἐπιστρέψαι, κ.τ.λ. Ὅταν διώκῃ Θεὸς, οὐδεὶς ἀνασώσει τὸν κινδυνεύοντα· ἀλλ' ἐνθάπερ ἂν εἴη τις, ἐκεῖ περιτεύξεται τῷ θυμῷ. Ἰδοὺ ἐγὼ ἐκδικῶ τὸν Ἀμμών. Κυρίλλου τὸ αὐτὸ καὶ Ἀπολιναρίου. Ἀμμὼν δὲ οἱ μὲν τὴν Ἀλεξάνδρειαν λέγουσιν, οὕτω πάλαι καλουμένην, ὡς καὶ ἐν τῷ Ναούμ φησι· Μὴ κρείττων εἶ σὺ τῆς Ἀμμὼν, τῆς κατοικούσης ἐν ποταμοῖς; Ὕδωρ κύκλῳ αὐτῆς ἧς ἡ εὐπορία θάλασσα, καὶ ὕδωρ τὰ τείχη αὐτῆς· Αἰθιοπία ἰσχὺς αὐτῆς καὶ Αἴγυπτος, καὶ οὐκ ἔστη πέρας τῆς φυγῆς· καὶ Λίβυες ἐγένοντο βοηθοὶ αὐτῆς, καὶ αὐτὴ εἰς μετοικίαν πορεύσεται. Ἀλλ' οἱ παρόντες καιροὶ τῆς Ἀλεξάνδρου πρεσβύτεροι κτίσεως. Ἴσως οὖν πρὸ Ἀλεξάνδρου πόλις ὑπῆρχεν ἐκεῖ, καὶ παυσαμένην ἀνέκτισε. Τινὲς δέ φασιν ὡς Ἀμμωνᾶν τὸν Δία καλοῦσιν Αἰγύπτιοι, ἀφ' οὗ καὶ Ἀμμωνιακὴ προσαγορεύεται χώρα· ὃν αὐτῆς υἱὸν καλεῖ ὡς παρ' αὐτῆς θεοποιηθέντα· χειροποίητον γὰρ τὸ ἄγαλμα, ὃ δὴ, φησὶν, οἱ Βαβυλώνιοι παραλήψονται, καὶ τοὺς ἄλλους αὐτῶν οὓς ἐπάγει θεούς. Τὸ δὲ ἐπὶ Φαραὼ καὶ Αἴγυπτον, κατὰ κοινοῦ ἔχει τὸ ἐκδικῶ. Καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλε. Περιοχὴν δὲ εἶπεν οὓς Ἱερεμίας ἀγγέλους, καὶ Σύμμαχος ἀγγελίαν ἐξέδωκεν· νοοῖτο δ' ἂν καὶ πολιορκία. Καλεῖ δὲ κατὰ τῆς Ἰδουμαίας ἔθνη πολλὰ τὸ θεῖον νεῦμα, καὶ τὴν ἐξ αὐτοῦ κίνησιν ἀγγέλους εἶπε. Κινηθέντες γὰρ ἐκ Θεοῦ πρὸς πόλεμον, ἀλλήλους ἠρέθιζον, ὥς φησιν Ἀβδιού· συνεισέβαλον γὰρ τοῖς ἐξ Ἰσραὴλ εἰς Ἰδουμαίαν καὶ τὰ περίοικα τῶν ἐθνῶν. Πρὸς Ἰδουμαίαν δὲ μεταστρέψας, φησίν· Ἰδοὺ μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν, ἀλλ' ὅμως εὐκαταφρόνητος γενόμενος ἐφρόνεις εἰς μέγα ἐπὶ ταῖς δυσχερείαις, ἀγνοῶν ὡς ἁλώσῃ κἂν ὑψώσῃς ὡς ἀετὸς τὴν κατοίκησιν. Τῷ δὲ, καὶ ἔσται Ἰδουμαία εἰς ἄβατον, καὶ τοῖς ἐφεξῆς, συνῳδὰ πάλιν ἔφησεν Ἀβδιού· Καὶ ἔσται ὁ οἶκος Ἡσαῦ εἰς καλάμην, καὶ ἐκκαυθήσεται εἰς αὐτοὺς, καὶ οὐκ ἔσται πυρφόρος ἐν τῷ οἴκῳ Ἡσαῦ. Ἡ δὲ παροιμία καὶ παρὰ τοῖς ἔξω κρατεῖ· Οὐδὲ πυρφόρος ἐλείφθη, ἐπὶ τῶν ἄρδην ἀπολλυμένων. Προηγεῖτο γάρ τις πῦρ ἔχων, καὶ περικαθαίρων πρὸ τῆς συμβολῆς τὰ στρατεύματα, καὶ νόμος ἦν μηδένα κατὰ τούτου χεῖρα φέρειν πολέμιον.

---

Cyrillus Theol., Fragmenta in Jeremiam (in catenis). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg104.local001/.
