Ancient Greek
Volume 70
Cyrillus Theol., Fragmenta in Jeremiam (in catenis) 70.1457
Not analysed yet
Ἰατρεύσαμεν τὴν Βαβυλῶνα. Βαβυλῶνα τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἕξιν τελείαν, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές.