Ancient Greek · ~9 min
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.692
Not analysed yet
δὼς, τὴν ἐμὴν καὶ μόνην πρεπωδεστάτην ἐκνενέμηκας αὐτῇ τιμήν τε καὶ δόξαν, κἀγὼ τὴν σὴν διαῤῥήξω βασιλείαν, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου, ἴν' ὃ πεποίηκας, μάθῃς ἐξ αὐτοῦ τοῦ συμβεβηκότος. —Ἐπειδὴ γὰρ ταῖς εἰς γυναῖκας ἐπιθυμίαις ἡττώμενος, καίτοι σοφὸς ὢν ἄγαν ὁ Σολομὼν, μονονουχὶ καὶ ὅσον ἧκεν εἰπεῖν εἰς ἐγχειρημάτων δύναμιν, τὴν τοῦ Θεοῦ βασιλείαν διέῤῥηξεν, εἰδώλοις ἀνάπτων τὴν αὐτῷ μόνῳ πρεπωδεστάτην τιμήν τε καὶ δόξαν· ταύτῃτοι καὶ μάλα εἰκότως διαῤῥηγνύναι Θεὸς ἐπηπείλει τὴν βασιλείαν αὐτοῦ, τοῖς ἴσοις ἀντιλυπῶν, κατὰ τὸ ἐν προφήτῃ γεγραμμένον Ἰεζεκιήλ· «Καθὼς ἐποίησας, οὕτως ἔσται σοι· τὸ ἀνταπόδομά σου ἀνταποδοθήσεται σοι εἰς κεφαλήν σου.» Καὶ ἐβουλεύσατο ὁ βασιλεὺς καὶ ἐπορεύθη καὶ ἐποίησε δύο δαμάλεις. Κυρίλλου Πρόξενος [cod. πρόξενον] ὀλέθρου γέγονε τοῖς ἐξ Ἰσραὴλ Ἱεροβοὰμ, τὸ ἀνθελέσθαι τὴν τῶν ἀνθρώπων βασιλείαν δεικνὺς, καὶ ἀποφοιτῆσαι τοῦ βασιλεύεσθαι παρὰ Θεοῦ διὰ προφητῶν. Ἰδοὺ γὰρ ὁ Ἱεροβοὰμ ἐμὲ τὸν Δεσπότην παρώργισε καινοτομήσας δαμάλεις, καὶ τὸ ἐμὸν αὐταῖς ἀξίωμα περιθείς. Καὶ πάλιν· Ἐπενόησεν ἐν ἀρχαῖς Ἱεροβοὰμ τὰς δαμάλεις, καὶ πληροῦν ἐκέλευσεν ἐπ' αὐταῖς τὰ νενομισμένα, τὴν τῷ Θεῷ πρέπουσαν δόξαν τοῖς ἰδίοις εὑρέμασιν ἀνάπτων ὁ δείλαιος· ἵν' ἔχοι μὲν αὐτὸς τὴν βασιλείαν ἀσφαλῶς, ἀποστερεῖ δὲ ὥσπερ τῶν ἰδίων Θεόν [cod. Θεός]. Καὶ ἀμπελὼν εἶς ἦν τῷ Ναβουθαί. Κυρίλλου. Ἀμπελῶνα νοεῖν τὸν Ἰσραὴλ Ἡσαΐας ἡμῖν ὑποτίθεται. Ἀλλ' οἱ τούτου ἡγούμενοι, ὧν φέρει τύπον ὁ Ἀχαὰβ, ἐπεθύμουν αὐτὸν ἔχειν, ἀλλ' οὐκ ἔπειθον καταπροδοῦναι σφίσιν τὸν τοῦ πατρὸς ἐξαίρετον ἀμπελῶνα, ἵνα καὶ εἰς κῆπον αὐτὸν λαχανίας μετασκευάσωσι, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων, καὶ ποτίζοντες αὐτὸν ἀνατροπὴν θολεράν. Εἶτα τί δέδρακεν ἡ θεομίσητος Ἰεζάβελ, τουτέστιν ἡ τῶν Ἰουδαίων Συναγωγὴ, ταῖς τῶν ἡγουμένων συνδραμοῦσα λύπαις; Δόλῳ μέτεισι τὸν δίκαιον Ναβουθαὶ, τουτέστι τὸν ἐρχόμενον. Ἀνῄρηται γὰρ συκοφαντούμενος ὁ Ἐμμανουήλ. Θεὸς ὀρέων Θεὸς Ἰσραήλ. Κυρίλλου. ᾬοντο γὰρ ὅτι νενικήκασιν οἱ ἐξ Ἰσραὴλ, μόνοις τοῖς ὄρεσιν ἢ καὶ ἐν τοῖς βουνοῖς δυναμένου σώζειν Θεοῦ· ἡττήμεθα δὴ οὖν, φησὶν, ὅτι Θεὸς ὀρέων Θεὸς Ἰσραήλ· εἰ δὲ δὴ γένοιτο συνελθεῖν εἰς μάχην ἐν πεδίοις ἐψιλωμένοις, περιεσόμεθα πάντως, ἀτονοῦντος ἐν κοιλάσι τοῦ Θεοῦ Ἰσραήλ. Ἑλληνικῆς δὲ ταῦτα φρενοβλαβείας ἐγκλήματα, καὶ τῶν οὐκ εἰδότων τὸν ἀληθῆ καὶ κατὰ φύσιν Θεὸν ἀθυροστομία δεινή. Οὐκοῦν ἠγανάκτει κατὰ τῶν ἀλλοφύλων καὶ σφόδρα εἰκότως ὁ πάντα ἰσχύων Θεὸς, ὅτι καὶ