# Fragmenta in libros Regum 69.693

Cyrillus, Fragmenta in libros Regum, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-libros-regum/69.693

νικῶντες, ὡς ἔφη[ν], τὸν Ἰσραὴλ, τοῖς ἰδίοις θεοῖς ἀνῆπτον τὰ χαριστήρια, ληροῦντες ᾤοντο καὶ αὐτοῦ κρατῆσαι Θεοῦ. Καὶ εὑρίσκει ἄνθρωπον ἄλλον, καὶ εἶπε· Πάταξόν με. Κυρίλλου. Ἀκούεις ὅπως ὁ πατάξαι τὸν προφήτην παραιτούμενος, ἐλεεινῶς ἀνῃρέθη, δεινῷ θηρίῳ περιπεσών; Καίτοι πῶς οὐκ ἀληθὲς εἰπεῖν ὡς ἦν εὐλαβείας καρπὸς τὸ καταπαίειν μὴ ἀποτολμᾷν ἅγιον καὶ προφήτην; Ἀλλ' ἐν λόγῳ Κυρίου καὶ δυσδιάφυκτον ἔγκλημα γέγονεν παρακοή. —Οὕτως δυσδιάφυκτον ἔγκλημα τὸ ποιεῖν τι παρὰ τὸ δοκοῦν τῷ Θεῷ ἢ τὸ μὴ ἀμελ[λ]ητὶ ποιεῖν τὰ παρ' αὐτοῦ προσταττόμενα Οὐκοῦν ἀναγκαῖον ὄκνου τε δίχα καὶ μελλησμοῦ ἀποπεραίνεσθαι πρὸς ἡμῶν, ὅπερ ἂν ἁνδάνοι Θεῷ. Τὸ δὲ ἕτερόν τι παρὰ τοῦτο δρᾷν, ἢ καὶ ἑλέσθαι φρονεῖν, ὑπεροψίας ἔγκλημα φέρει· μόνον γὰρ οὐχὶ καὶ ἐπιτιμᾷν ἐγνώκασιν οἱ τοιοίδε λοιπὸν, ὡς οὐκ ὀρθῶς ἔσθ' ὄτε βουλευσαμένῳ Θεῷ. ΒΙΒΛΟΣ Δʹ. Καὶ νῦν ἔλαβες τὸ ἀργύριον, κ.τ.λ. Κυρίλλου. Τοῦτο καὶ ὁ Χριστὸς ἐν τοῖς ἁγίοις Εὐαγγελίοις φησί· «Μὴ βαστάσητε βαλάντιον μηδὲ πήραν ἢ ὑποδήματα, καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε.» Χρὴ γὰρ εὐθείᾳ ὁρμῇ ἐπὶ τὸ ἔργον χωρεῖν, καὶ μηδὲ εὐλογοῦντα ἀντευλογεῖν· ζημία γὰρ τῆς σπουδῆς ἡ πρὸς ἑτέρους ἀπόνευσις, καὶ τὸν τοῖς κηρύγμασι πρέποντα καιρὸν εἰκῆ δαπανᾷν οὐκ ἐπ' ἀναγκαίοις πράγμασι, μηδὲ χαρίζεσθαι φιλίαις τὸν ἀνωφελῆ μελλησμόν. Καὶ ἐκληρονόμησαν τὴν Σαμάρειαν. Κυρίλλου. Οὗτοι δὴ οὖν οἱ κλῆρον ἑλόντες τὴν Σαμαρειτῶν κατῳκηκότες γῆν, καὶ τέκνων που τάχα γεγόνασι πατέρες· καὶ τοῖς Ἰουδαίων ἤθεσι προσνενεύκασι, τὰς τῶν λεόντων ἐφόδους κατοῤῥωδήσαντες. Ἐξ αὐτῶν γεγόνασι Σαρασάρ τε καὶ Ἀρβεσέσερ, ὃς καὶ ὠνόμασται βασιλεὺς, διά τοι τοῦτον καθηγεῖσθαι τὸ τηνικάδε τῶν ἐν Σαμαρείᾳ μετῳκισθέντων ἐκ τῆς Περσῶν. Ἐβασίλευσεν Ἐζεκίας υἱὸς Ἀχὰζ βασιλέως Ἰούδα. Κυρίλλου. Προβέβηκε δὲ δόξης τε καὶ ὁμοῦ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσοικούντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλούς. Καὶ μετ' ὀλίγα· Εἶτα πέπονθέ τι τῶν ἀνθρωπίνων· ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. ᾨήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπεχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι νεὼν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ

---

Cyrillus Theol., Fragmenta in libros Regum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg099.local001/.
