Ancient Greek · ~8 min
Volume 69
Cyrillus Theol., Fragmenta in libros Regum 69.696
Not analysed yet
Θεῷ, καὶ πληροῦν ἐννόμως τὰ νενομισμένα. —Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἧν ἀτιμώτατος· μιαρὸς γὰρ κατὰ τὸν νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχημένος. Ποῦ ἔστιν ὁ Θεὸς Αἰμάθ; κ. τ. λ. Ὅτι ἐξείλαντο Σαμάρειαν ἐκ χειρός μου; Κυρίλλου. ᾨήθη γὰρ ἴσως ὁ βάρβαρος ἔχων μετὰ τοῦ φρονήματος καὶ τὴν γλῶτταν, ὅτι καθ' ἕνα τῶν ψευδωνύμων θεῶν ἐστιν ὁ γῆς τε καὶ οὐρανοῦ δεσπότης καὶ τῶν ὅλων γενεσιουργὸς καὶ Κύριος· ἔθος δὴ εἶναι τοῖς οὐκ εἰδόσι Θεὸν κατακερτομεῖν ἔσθ' ὅτε τὴν τῶν ἁγίων ἐλπίδα· καὶ ὅτι οὐκ ἂν ῥυσθεῖεν παρὰ Θεοῦ λέγειν ἀποτολμᾷν. —Οὐκ ἠγνόησε δὲ, ὅτι τοὺς μὲν ψευδωνύμους θεοὺς αἱ ἀνθρώπων εἰργάσαντο χεῖρες· ὁ δὲ φύσει τε καὶ ἀληθῶς, ὑπ' οὐδενὸς πεποίηται, παρήγαγε δὲ μᾶλλον αὐτὸς εἰς ὕπαρξιν τὰ οὐκ ὄντα ποτέ. —Ἥλω οὖν Σαμάρεια, Θεοῦ συστέλλοντος τὴν ἐπικουρίαν. Καὶ, ὡς ἔφην φθάσας, κἂν μηδεὶς τῶν παρ' Ἕλλησι λεγομένων θεῶν σέσωκε τὴν ἑαυτοῦ, τοῦτο πρὸς Θεὸν οὐδὲν, τὸν ἀληθῶς καὶ φύσει ὅντα καὶ μέγαν. Οἱ μὲν γὰρ ἐκ τέχνης ἀνθρωπίνης διέλαχον τὸ κἂν γοῦν ὁρᾶσθαι μόνον ὁ δὲ κατεξουσιάζει τῶν ὅλων, τῶν δυνάμεων ὑπάρχων Κύριος. Διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ. Κυρίλλου. Ὁρᾷς ὅπως, ἀμελήσας τῶν καθ' ἑαυτὸν, λυπεῖται διὰ Θεὸν, καὶ ζητεῖ τὴν ἐκδίκησιν; «Διέῤῥηξε, φησὶ, τὰ ἱμάτια αὐτοῦ, καὶ περιεβάλετο σάκκον, καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Κυρίου» Καὶ ποία τις ἦν ἡ πρόφασις τοῦ περιῤῥήγνυσθαι τὰ ἄμφια; Ἔθος ἦν Ἰουδαίοις ἐπὶ ταῖς κατὰ Θεοῦ δυσφημίαις τοῦτο δρᾷν· ὅπερ καὶ ἐν τοῖς Εὐαγγελίοις ὑπὸ Καϊάφα γεγενῆσθαι ἱστόρηται. Ἔκοψα τὸ μέγεθος τῆς κέδρου αὐτοῦ. Κυρίλλου. Αὐτοῦ, τίνος; Τοῦ Λιβάνου, ἤτοι τῆς Ἰουδαίας. Ὕψος δὲ κέδρου τὴν παρ' αὐτοῖς βασιλείαν φησί. —Ἔμελλε γὰρ τῆς Ἐζεκίου βασιλείας εἰς ὕψος αἴρεσθαι τὰ αὐχήματα. Καὶ θήσω, φησὶ, τὰ ἄγκιστρά μου ἐν τοῖς μυκτῆρσί σου, καὶ χαλινὸν ἐν τοῖς χείλεσί σου. Κυρίλλου. Πρὸς τὸ μὴ τοιαῦτα φθέγγεσθαι τολμᾷν. Πλὴν εἰ καὶ μὴ συναπήλαυσε τῷ πλήθει διὰ τὴν εἰρημένην αἰτίαν, δι' ἣν καὶ Φαραὼ τῶν λοιπῶν Αἰγυπτίων κολαζομένων θεωρὸς ἐφυλάττετο, ὅμως γοῦν τοὺς αὐτοῦ παῖδας εὗρεν ἑαυτοῦ φονέας, ἐπὶ τῆς οἰκείας γενόμενος γῆς.