# Fragmenta in libros Regum 69.697

Cyrillus, Fragmenta in libros Regum, Volume 69. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-libros-regum/69.697

Καὶ ὑπερασπιῶ ὑπὲρ τῆς πόλεως ταύτης δι' ἐμέ. Κυρίλλου. Τοῦτο γὰρ Θεῷ ὄντι πρέπει. Διὸ ταῦτα πράξω δι' ἐμὲ, ἀλλ' οὐ διὰ τὸ ἀξίους εἶναι τοὺς βοηθουμένους. Καὶ ἐξῆλθεν ἄγγελος Κυρίου, καὶ ἐπάταξεν ἐν τῇ παρεμβολῇ τῶν Ἀσσυρίων ρπεʹ χιλιάδας. Κυρίλλου. Καὶ λέλυται μὲν ὁ πόλεμος, φεύγουσι δὲ μετὰ τῶν κινδύνων αἱ ἀπειλαί· ὡς ἐντεῦθεν τοὺς τῆς Ἱερουσαλὴμ οἰκήτορας ἐπὶ τῇ παρὰ τοῦ Θεοῦ βοηθείᾳ μεγάλα χαίροντας λέγειν· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.» Ὅρα τῶν πραγμάτων τὴν ἀντιστροφήν· νόησον ἀκριβῶς ὃ λέγει· «Ἔστρεψας τὸν κοπετόν μου εἰς χαρὰν ἐμοί.» Μέγας ἦν ὁ κοπετὸς διὰ τὸ πλῆθος τῶν πολεμούντων· μεγάλη γέγονεν ἡ χαρὰ διὰ τὸ πλῆθος τῶν πεπτωκότων.

---

Cyrillus Theol., Fragmenta in libros Regum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg099.local001/.
