# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 363

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 363. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/363

Χριστός· περιττὴν ἀποφαίνων τὴν ὡς ἐκ τύπου καὶ σκιᾶς χρειωδεστάτην τοῖς πάλαι παράδειξιν. καθίστησι δὲ πρὸς τούτῳ καὶ τοῦτο ἡμῖν ἐναργὲς, ὅτι καὶ τοῖς ἐν νόμῳ βεβιωκόσι λαμπρῶς, συμβέβηκεν οὐχ ἑτέρως τὸ ἐν εὐκλείαις γενέσθαι καὶ εὐδοκιμεῖν, πλὴν ὅτι διὰ τῆς πίστεως τῆς εἰς Θεὸν, καὶ ὅτι χρῆμά ἐστιν ἀρχαῖον ἡ πίστις καὶ τοῖς ἁγίοις πατράσιν ἐντριβές. οὐκ ἐχρήσατο δὲ ταῖς κατειθισμέναις αὐτῷ ἀρχαῖς τε καὶ προοιμίοις, ἐπειδήπερ ἐν ὑποψίαις τε ἦν καὶ διαβολαῖς παρὰ τοῖς πιστεύσασι τῶν Ἰουδαίων ὡς τοῖς ἐξ ἐθνῶν προσκείμενον καὶ διδάσκοντα πάντας πανταχῆ παρ' οὐδὲν ἡγεῖσθαι τὸν νόμον καὶ τῶν μὲν πατρῴων ἐθῶν ὡς εἰκαίων καταφρονεῖν, ἐφ' ἑτέραν δὲ ὥσπερ ἰέναι τρίβον, ὡς ἐκ τῶν πράξεων τῶν ἀποστόλων τοῦτό ἐστι καταμαθεῖν. οἰκονομικώτατα τοίνυν περιστέλλει τὰ συνήθη, καὶ σεσίγηκε μὲν τῆς ἀποστολῆς τὴν χάριν· κεχώρηκε δὲ μᾶλλον ἐπὶ τὸ μεμνῆσθαι δεῖν πατέρων τε καὶ προφητῶν ἁγίων, εὐπαράδεκτον ἔσεσθαι τὸν λόγον αὐτοῖς διὰ τούτου πεπιστευκώς. ἔφη γοῦν Λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις. Λελάληκε μὲν ὁ Θεὸς τοῖς ἀρχαιοτέροις ἐν Πνεύματι διὰ στόματος ἁγίων καὶ διὰ φωνῆς προφητῶν, καὶ γοῦν ἔφη δι' ἑνὸς αὐτῶν τὰς τῶν Ἰουδαίων ἀπονοίας ἐντρέπων "Οἱ "πατέρες ὑμῶν ποῦ εἰσι καὶ οἱ προφῆται μὴ τὸν αἰῶνα "ζήσονται; πλὴν τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου "δέχεσθε ὅσα ἐγὼ ἐντέλλομαι ἐν πνεύματί μου τοῖς δούλοις "μου τοῖς προφήταις." ἀλλ' εἰ καὶ ἦν ἐν Πνεύματι τοῖς ἀρχαιοτέροις τῆς προφητείας ἡ χάρις, οὐ γέγονε δίχα τοῦ ἐκ Πατρὸς ὄντος Θεοῦ Λόγου· λαλεῖ γὰρ ἁγίοις ὡσαύτως τὸ Πνεῦμα αὐτοῦ. καὶ οὐ δήπου φαίη τις ἂν εἴ γε νοῦν ἔχοι ὡς τὸ Πνεῦμα τὸ Ἅγιον ὑπουργικὴν εἰς ἡμᾶς ἀποπεραῖνον

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
