# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 366

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 366. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/366

Τέθειται τοίνυν ὡς ἄνθρωπος κληρονόμος πάντων οἰκονομικῶς, ἵνα λοιπὸν ὡς αὐτῷ προσήκοντά τε καὶ ἴδιον ἀνασώσῃ κλῆρον τοὺς ἐπὶ τῆς γῆς, ἀνοσίως διηρπασμένους ὑπό τε τοῦ διαβόλου καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν. καὶ γοῦν ἔφη πρὸς αὐτὸν ὁ Θεὸς καὶ Πατήρ "Αἴτησαι παρ' ἐμοὶ καὶ "δώσω σοι ἔθνη τὴν κληρονομίαν σου" καὶ ἑξῆς· οὗ πρὸς πέρας ἐνηνεγμένου, πρὸς τὸν ἑαυτοῦ Πατέρα περὶ ἡμῶν φησιν "Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου, σοὶ ἦσαν κἀμοὶ "αὐτοὺς δέδωκας." ἄθρει δὴ οὖν ὅπως εἰς τὸν ὑπάρχοντα αὐτῷ πλοῦτον κατὰ φύσιν ἄνεισι καὶ μετὰ σαρκός· εἰ γὰρ ἦσαν οἱ ἐν κόσμῳ τοῦ Πατρὸς, κατὰ τίνα δὴ τρόπον νοηθεῖεν ἂν τοῦ συμβασιλεύοντος αὐτῷ Λόγου; τοιγάρτοι καὶ ἔφασκεν ὅτι "πάντα τὰ ἐμὰ σά ἐστι καὶ τὰ σὰ ἐμὰ, καὶ "δεδόξασμαι ἐν αὐτοῖς." πῶς οὖν αἰτεῖν προστάττεται, καὶ δέχεται μὲν εἰς κληρονομίαν ἔθνη, κατάσχεσιν δὲ ποιεῖται καὶ τὰ πέρατα τῆς γῆς; ἀποσκιρτήσαντα γὰρ ἐξιτήλως τὸν ἄνθρωπον δουλείας τῆς ὑπὸ Θεῷ διασῶσαι θελήσας ὁ τῶν ὅλων γενεσιουργὸς καὶ Πατὴρ, πέπομφεν εἰς τόνδε τὸν κόσμον τὸν Μονογενῆ Θεὸν Λόγον ἵνα γενόμενος σὰρξ καὶ τοῖς ἀνθρώποις συναναστραφεὶς ὡς ἄνθρωπος, κηρύξαι αἰχμαλώτοις μὲν ἄφεσιν, τυφλοῖς δὲ ἀνάβλεψιν, καλέσῃ δὲ καὶ ἐνιαυτὸν Κυρίου δεκτόν. οὐκοῦν κἂν εἰ λέγοιτο λαβεῖν καὶ τεθεῖσθαι κληρονόμος διὰ τὸ ἀνθρώπινον, οὐκ ἀγνοήσομεν τὴν οἰκονομίαν· ποῦ γὰρ ὅλως ἐπτώχευσεν, εἰ μὴ γέγονε καθ' ἡμᾶς, τουτέστιν ἄνθρωπος μετὰ τοῦ μεῖναι Θεός; οὕτω φρονεῖν ἡμᾶς ἀναπείθων ὁ θεσπέσιος Παῦλος προσεπήνεγκεν ἀναγκαίως τό Δι' οὗ καὶ τοὺς αἰῶνας ἐποίησε. πῶς οὖν ἂν γένοιτο καὶ τοῦτο ἀληθές; εἰ γὰρ ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς τέτοκεν ἡμῖν ἡ ἁγία παρθένος τὸν Ἐμμανουὴλ, πῶς δι' αὐτοῦ τοὺς αἰῶνας πεποιῆσθαί φησι; καὶ μάλα ὀρθῶς. ὁ γὰρ ἐκ Θεοῦ Πατρὸς Λόγος ὁ πρὸ παντὸς αἰῶνος καὶ χρόνου

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
