Ancient Greek
Page 367
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 367
Not analysed yet
γεγεννημένος, ἐπ' ἐσχάτου τῶν ἡμερῶν τούτων γεγενῆσθαι λέγεται σαρκικῶς ἐκ γυναικός. ἀδικήσει δὲ ὅλως οὐδὲν εἰς ἀρχαιότητα θεοπρεπῆ τὸν οὕτως ἔχοντα κατὰ φύσιν τὸ νεώτερον τῆς οἰκονομίας οὔτε μὴν τῆς ὑπάρξεως αὐτοῦ τὸ πρεσβύτατον τὴν οἰκείαν ἀπολέσει δόξαν· γέγραπται γὰρ ὅτι "Χριστὸς Ἰησοῦς χθὲς καὶ σήμερον ὁ αὐτὸς καὶ εἰς τοὺς "αἰῶνας." ὅτι δὲ καὶ ἐν σαρκὶ πεφηνὼς προσμεμαρτύρηκεν ἑαυτῷ τὸ ὡς ἐν θείᾳ φύσει πρεσβύτατον, πιστώσεται λέγων πρὸς Ἰουδαίους "Ἀμὴν ἀμὴν λέγω ὑμῖν πρὶν Ἁβραὰμ γε"νέσθαι ἐγώ εἰμι·" ἔφη δὲ καὶ ὁ θεσπέσιος Ἰωάννης ὁ εὐαγγελιστής "Ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν "ὅτι πρῶτός μου ἦν·" πλουτεῖ γὰρ ἐν πᾶσι καὶ πρωτεύει Χριστός. Ὃς ὢν ἀπαύγασμα τῆς δόξης. Ὥσπερ ἐστὶν ἄτρεπτος ὁ Πατὴρ ἀεὶ διαμένων τοῦθ' ὅπερ ἐστὶ, Πατὴρ δηλονότι οὐχ Υἱὸς, οὕτω καὶ ὁ Υἱὸς ἐμφιλοχωρεῖ τοῖς ἰδίοις, Υἱὸς ἀεὶ μένων καὶ εἰς Πατέρα μὴ μεθιστάμενος, ἵνα φαίνηται καὶ κατ' αὐτὸ δὴ τουτὶ χαρακτὴρ ὑπάρχων τῆς ὑποστάσεως τοῦ Πατρός. ἴδοι δ' ἄν τις αὐτῷ τῆς τοῦ τεκόντος ὑπεροχῆς καὶ μὴν καὶ εὐκλείας ἐμπρέπον τὸ κάλλος. Θεὸς γάρ ἐστιν ἀληθινὸς ἐξ ἀληθινοῦ Θεοῦ, φῶς ἐκ φωτὸς, ζωή τε ὁμοίως ἐκ ζωῆς· ὑπερανέστηκε δὲ τοσοῦτον τὴν σύμπασαν κτίσιν ὅσον ἂν νοοῖτο καὶ αὐτὸς ὁ Πατήρ. ἔστι γὰρ ἀγένητος ἐξ ἀγενήτου, καὶ οὐ τοῖς ἐξ οὐκ ὄντων εἰς τὸ εἶναι παρενηνεγμένοις ἐναρίθμιος· ἦν γὰρ ὁ Λόγος ἐν ἀρχῇ καὶ Θεὸς ἦν ὁ Λόγος· πῶς οὖν ἄρα τό Οὐκ ἦν ἀληθὲς ἔσται λεγόμενον ἐπ' αὐτοῦ παρὰ τῶν ταῖς θείαις πολεμούντων γραφαῖς; εἰ γάρ ἐστι γενητὸς κατ' αὐτοὺς, συνυποκείσεται πάντως τοῖς ἄλλοις ἅπασι καὶ τὸν τῆς δουλείας παραδέξεται ζυγὸν, διοί-