# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 368

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 368. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/368

σει δὲ κατ' οὐδένα τρόπον τῶν ἑαυτοῦ γεγονότων. ἔστιν οὖν Θεὸς μᾶλλον ὡς ἐκ Θεοῦ· φέρει γὰρ τὰ πάντα τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. γέγονε μὲν γὰρ "δι' αὐτοῦ τὰ πάντα καὶ "χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν·" ἀνέχει δὲ πάλιν αὐτὸς τὰ πάντα πρὸς ἀκλόνητον διαμονήν. Ἐλέγομεν ὅτι τοῖς μὲν ἀρχαιοτέροις ὁ Θεὸς διὰ Μωυσέως τεθέσπικε καὶ τῶν προφητῶν· ἡμεῖς δὲ γεγόναμεν κατὰ τὴν τοῦ προφήτου φωνήν "διδακτοὶ Θεοῦ." διδάσκαλον γὰρ ἐσχήκαμεν αὐτὸν τὸν ἐκ Θεοῦ Λόγον ἐνανθρωπήσαντα δι' ἡμᾶς, τὸν ποιητὴν τῶν αἰώνων, τὸ τῆς πατρικῆς δόξης ἀπαύγασμα, τὸν χαρακτῆρα τῆς ὑποστάσεως· ταῦτα περιοδικῶς θεωρήσαντες προσθήσομεν τὰ ἐχόμενα· τάδε ἐστί ..... Λόγος ὢν ὁ τοῦ Θεοῦ καὶ Πατρὸς παναλκής "Αὐτὸς εἶπε "καὶ ἐγεννήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν, ἔστη"σεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, "πρόσταγμα ἔθετο καὶ οὐ παρελεύσεται." ἐπειδὴ γὰρ τῶν εἰς τὸ εἶναι παρενηνεγμένων ἡ φύσις οὐκ ἔχει τὴν ἀφθαρσίαν οὔτε μὴν τὸ ὡσαύτως ἔχειν διαπαντὸς δύνασθαι· ἴδιον γὰρ τοῦτο τῆς ἀνωτάτω πάντων οὐσίας· φέρει τὰ πάντα αὐτὸς τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ. Λόγος μὲν γάρ ἐστιν αὐτὸς ἐνυπόστατος καὶ ὡς ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν γεγεννημένος, πανσθενὲς δὲ καὶ ἐνεργὸν τὸ ῥῆμα αὐτοῦ καὶ πάντα εὐκόλως κατορθοῦν ἰσχύον· ἐπάγει δὲ τούτοις Καθαρισμὸν τῶν ἁμαρτιῶν ποιησάμενος ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων, ὅσῳ διαφορώτερον παρ' αὐτοὺς κεκληρονόμηκεν ὄνομα. δείξας αὐτὸν χαρακτῆρα τῆς ὑποστάσεως τοῦ Πατρὸς καὶ μὴν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, μέτεισιν ἀναγκαίως ἐπὶ τὴν τῆς ἐνανθρωπήσεως οἰκονομίαν δι' ἧς καὶ σεσώσμεθα καὶ τὴν ἄφεσιν τῶν ἁμαρτιῶν πεπλουτήκαμεν, ἡγιάσμεθά τε διὰ τοῦ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
