# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 369

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 369. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/369

αἵματος αὐτοῦ. ὡς γὰρ αὐτός φησιν ὁ σοφώτατος Παῦλος "Ἐν ᾧ ἔχομεν τὴν ἀπολύτρωσιν διὰ τοῦ αἵματος αὐτοῦ, "τὴν ἄφεσιν τῶν παραπτωμάτων." γράφει δὲ ὡδὶ καὶ Ἰωάννης περὶ τοῦ Θεοῦ καὶ Πατρός "Ἐὰν περιπατῶμεν ἐν τῷ "φωτὶ κοινωνίαν ἔχομεν μετ' αὐτοῦ καὶ τὸ αἷμα Ἰησοῦ "Χριστοῦ τοῦ Υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρ"τίας." αἵματι δὴ οὖν κεκαθαρίσμεθα τῷ ἁγίῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ὃς κεκάθικεν ἐν δεξίᾳ τῆς μεγαλωσύνης ἐν ὑψηλοῖς, πότε δέ; ὅτε καθαρισμὸν ἐποιήσατο διὰ τοῦ αἵματος αὐτοῦ, τότε καθίσαι λέγεται, γεγενῆσθαι δὲ καὶ κρείττων ἀγγέλων, κληρονομῆσαι δὲ παρ' αὐτοὺς τὸ διαφορώτερον ὄνομα· κέκληται γὰρ Υἱός. γέγονε μὲν γὰρ σὰρξ ὁ Λόγος καίτοι Λόγος ὢν καὶ ἀπαύγασμα τῆς δόξης τοῦ Πατρὸς καὶ τῆς ὑποστάσεως αὐτοῦ χαρακτὴρ, οὐκ ἰδίᾳ φύσει ποιούμενος τῆς μετὰ σαρκὸς οἰκονομίας ἵν' οὕτως εἴπω τοὺς πόνους· ὑπέμεινε γὰρ "σταυρὸν αἰσχύνης καταφρονήσας," ἀτιμίας τε καὶ ὕβρεις καὶ ἐμπτύσματα· ἀλλ' ἵν' ἡμᾶς ἀπαλλάξῃ παντὸς μολυσμοῦ αἵματι τῷ ἰδίῳ καθαροὺς ἀποφήνας, συνάψῃ δὲ δι' ἑαυτοῦ τῷ Θεῷ καὶ Πατρί· "δι' αὐτοῦ γὰρ "τὴν προσαγωγὴν" ἐσχήκαμεν, καὶ αὐτός ἐστιν ἡ θύρα καὶ ἡ ὅδος. πλὴν εἰ καὶ γέγονε "σὰρξ ὁ Λόγος καὶ ἐσκήνωσεν "ἐν ἡμῖν," ἴδιον σῶμα ποιησάμενος τὸ ἐκ τῆς ἁγίας παρθένου ληφθὲν, ἀλλ' οὖν ἐν δόξῃ καὶ φύσει θεότητος ἦν καὶ τῶν ὑπερτάτων τοῦ Θεοῦ καὶ Πατρὸς οὐκ ἀπέστη θρόνων. ἦν μὲν γὰρ ἄνθρωπος ἐπὶ γῆς, ἐπλήρου δὲ πάλιν τὸν οὐρανὸν καὶ ἦν αὐτοῦ τὰ πάντα μεστά. καὶ ἠλάττωτο μὲν βραχὺ παρ' ἀγγέλους διά γε τὸ τῆς ἀνθρωπότητος μέτρον· ὑποκάθηται γὰρ τῶν ἀγγέλων τὸ εὐκλεὲς ἡ ἀνθρώπου φύσις· ἦν δὲ καὶ οὕτως ἔχων "ὑπεράνω πάσης ἀρχῆς ἐξουσίας τε "καὶ κυριότητος καὶ παντὸς ὀνόματος ὀνομαζομένου οὐ μόνον "ἐν τῷ αἰῶνι τούτῳ ἀλλὰ καὶ ἐν τῷ μέλλοντι." καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος γράφει Παῦλος "Γινώσκετε γὰρ τὴν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
