# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 372

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 372. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/372

σονται δὲ ὅμως, ἐὰν ἄρα μάθωσιν, ὡς ἐν μὲν τοῖς ὁμογενέσιν ὁμολογουμένως φιλεῖ τὸ τῆς συγκρίσεως γίνεσθαι, καὶ οὐκ ἐν τοῖς ἑτερογενέσιν. Οὐδεὶς γοῦν Θεὸν συγκρίνοι πρὸς ἄνθρωπον, οὐδὲ πάλιν ἄνθρωπον πρὸς τὰ ἄλογα, οὐδὲ ξύλα πρὸς λίθους διὰ τὸ ἀνόμοιον τῆς φύσεως· ἀλλὰ Θεὸς μὲν ἀσύγκριτον ἐστὶ πρᾶγμα, ἄνθρωπος δὲ πρὸς ἄνθρωπον συγκρίνεται, καὶ ξύλον πρὸς ξύλον, καὶ λίθος πρὸς λίθον· καὶ οὐκ ἄν τις εἴποι ἐπὶ τούτων τό Κρείττων, ἀλλὰ τὸ μᾶλλον καὶ τὸ πλέον. οὕτως Ἰωσὴφ ὡραῖος μᾶλλον ἦν παρὰ τοὺς ἀδελφοὺς αὐτοῦ, καὶ Ῥαχὴλ τῆς Λείας· καὶ ἀστὴρ ἀστέρος οὐ κρείττων, ἀλλὰ μᾶλλον "διαφέρει ἐν δόξῃ·" ἐπὶ δὲ τῶν ἑτερογενῶν, ὅταν τις ταῦτα παραβάλῃ πρὸς ἄλληλα, τότε τὸ κρείττων πρὸς τὸ διαλλάττον λέγεται, καθάπερ ἐπὶ τῆς σοφίας καὶ τῶν λίθων εἴρηται. εἰ μὲν οὖν εἰρηκὼς ἦν ὁ ἀπόστολος Τοσούτῳ μᾶλλον ὁ Υἱὸς τῶν ἀγγέλων προάγει, ἢ τοσούτῳ μείζων ἐστὶν, ἦν ἂν ὑμῖν πρόφασις ὡς συγκρινομένου τοῦ Υἱοῦ πρὸς τοὺς ἀγγέλους· νῦν δὲ λέγων κρείττονα αὐτὸν εἶναι καὶ τοσούτῳ διαφέρειν, ὅσῳ διέστηκεν Υἱὸς δούλων, δείκνυσιν αὐτὸν ἄλλον εἶναι τῆς τῶν ἀγγέλων φύσεως· λέγων δὲ πάλιν αὐτὸν εἶναι τὸν θεμελιώσαντα τὰ πάντα, δείκνυσιν αὐτὸν ἄλλον εἶναι πάντων τῶν γενητῶν· ἄλλου δὲ καὶ ἑτεροουσίου αὐτοῦ ὄντος παρὰ τὴν τῶν γενητῶν φύσιν, ποία τῆς οὐσίας αὐτοῦ σύγκρισις ἢ ὁμοιότης πρὸς τὰ γενητά; διὰ τοῦτο γὰρ καὶ αὐτὸς ὁ Υἱὸς οὐκ εἴρηκεν Ὁ Πατήρ μου κρείττων μου ἐστὶν, ἵνα μὴ ξένον τις τῆς ἐκείνου φύσεως αὐτὸν ὑπολάβῃ· ἀλλὰ μείζων εἶπεν, οὐ μεγέθει τινὶ, οὐδὲ χρόνῳ, ἀλλὰ διὰ τὴν ἐξ αὐτοῦ τοῦ Πατρὸς γέννησιν· πλὴν ὅτι καὶ ἐν τῷ εἰπεῖν Μείζων ἐστὶν ἔδειξε πάλιν τῆς οὐσίας τὴν ἰδιότητα. καὶ ὁ ἀπόστολος δὲ, οὐ τὴν τοῦ Λόγου οὐσίαν προηγουμένως διακρῖναι θέλων πρὸς τὰ γενητὰ ἔλεγε

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
