Ancient Greek
Page 373
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 373
Not analysed yet
Τοσούτῳ κρείττων γενόμενος τῶν ἀγγέλων· ἀσύγκριτον γὰρ, μᾶλλον δὲ ἄλλο ἐστίν· ἀλλὰ πρὸς τὴν ἔνσαρκον οἰκονομίαν τοῦ Λόγου βλέπων καὶ τὴν τότε γενομένην παρ' αὐτοῦ οἰκονομίαν, ἠθέλησε δεῖξαι οὐχ ὅμοιον εἶναι τοῦτον τοῖς πρότερον, ἵνα ὅσῳ τῇ φύσει διαφέρει τῶν προαποσταλέντων παρ' αὐτοῦ, τοσούτῳ καὶ πλέον ἡ παρὰ τούτου καὶ δι' αὐτοῦ γενομένη χάρις κρείττων τῆς δι' ἀγγέλων διακονίας γένηται· δούλων μὲν γὰρ ἦν ἀπαιτεῖν μόνον τοὺς καρποὺς, Υἱοῦ δὲ καὶ δεσπότου χαρίσασθαι τὰς ὀφειλὰς, καὶ μεταθεῖναι τὸν ἀμπελῶνα. Ἔστι μὲν οὖν ἱκανὰ ταῦτα δυσωπῆσαι τοὺς μαχομένους πρὸς τὴν ἀλήθειαν· εἰ δ' ὅτι γέγραπται Γενόμενος κρείττων, τό Γενόμενος οὐ θέλουσιν, ὡς περὶ Υἱοῦ λεγόμενον, ἴσον ἀκοῦσαι τῷ Ἐστὶν, ἢ διὰ τὸ γενέσθαι τὴν κρείττω διακονίαν τό Γενόμενος λαβεῖν καὶ νοεῖν ὡς εἴπομεν, ἀλλὰ νομίζουσιν ἐκ ταύτης τῆς λέξεως γενητὸν εἰρῆσθαι τὸν Λόγον, ἀκουέτωσαν πάλιν Εἰ μὲν ἐκ τῶν ἀγγέλων ἐστὶν ὁ Υἱὸς, ἔστω καὶ ἐπ' αὐτοῦ ὡς ἐπ' ἐκείνων τό Γενόμενος· καὶ μηδὲν αὐτῶν κατὰ τὴν φύσιν διαφερέτω, ἀλλ' ἔστωσαν ἢ καὶ αὐτοὶ υἱοὶ, ἢ κἀκεῖνος ἄγγελος· καὶ κοινῇ πάντες καθεζέσθωσαν ἐκ δεξιῶν τοῦ Πατρὸς, ἢ μετὰ πάντων καὶ ὁ Υἱὸς παρεστηκέτω ὡς λειτουργικὸν πνεῦμα εἰς διακονίας ἀποστελλόμενος καὶ αὐτὸς τὰς ὁμοίας ἐκείνων· εἰ δὲ διίστησι τὸν Υἱὸν ὁ Παῦλος ἀπὸ τῶν γενητῶν λέγων "Τίνι γὰρ εἶπέ ποτε τῶν ἀγγέλων Υἱός "μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε; καὶ πάλιν Ἐγὼ "ἔσομαι αὐτῷ εἰς πατέρα καὶ αὐτὸς ἔσται μοι εἰς υἱόν" . . . . Ὅταν δὲ πάλιν εἰσαγάγῃ τὸν πρωτότοκον. Πρωτότοκον δὲ αὐτόν φησιν οὐχ ὡς φασὶν οἱ τὰ ὀρθὰ δια-