Ancient Greek
Page 380
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 380
Not analysed yet
δοῦναι τὸ Πνεῦμα, ὑψοῦται δὲ δηλονότι ὅτε τεταπείνωκεν ἑαυτόν· ὥσπερ γὰρ καθῆκεν ἑαυτὸν εἰς τοῦτο ἑκὼν, οὕτω πάλιν ἑαυτὸν ὑψοῖ καὶ μετὰ σαρκὸς αὐτὸς ὢν ἡ χεὶρ τοῦ Πατρὸς, δι' ἧς τὰ πάντα θεοπρεπῶς ἐργάζεται. ὑψοῦται τοίνυν δι' ἑαυτοῦ κατὰ θέλησιν τοῦ Πατρὸς, ὅτε διαῤῥήξας τὰ τοῦ θανάτου δεσμὰ καὶ τοῖς κάτω πνεύμασιν εἰρηκώς "Ἐξέλθετε," κεκάθικεν ἐν δεξιᾷ τοῦ Πατρός. Κέχρισται τοίνυν τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως ὁ κατὰ φύσιν Υἱὸς, ὅτε καὶ Θεὸς αὐτοῦ κεχρημάτικεν ὁ Πατὴρ καθ' ἡμᾶς γεγονότος. ἄτοπον δὲ τοῦτο λέγειν οὐδαμῶς· ἔφη γάρ που τοῖς ἁγίοις ἀποστόλοις "Πορεύομαι πρὸς τὸν Πατέρα "μου καὶ Πατέρα ὑμῶν καὶ Θεόν μου καὶ Θεὸν ὑμῶν." ἰδοὺ δὴ σαφῶς Θεὸν ἑαυτοῦ διὰ τὸ ἀνθρώπινον τὸν ἴδιον ἔφη Πατέρα. ἐπειδὴ δὲ κεκλήμεθα δι' αὐτοῦ πρὸς υἱοθεσίαν, κεχρημάτικεν ἀδελφὸς τοῖς κατὰ φύσιν οἰκέταις, δέδωκεν ἡμῖν Πατέρα τὸν ἑαυτοῦ. ἀλλ' ὥσπερ ἡμεῖς εἰ καὶ υἱοὶ κεκλήμεθα τοῦ Πατρὸς, ἐσμὲν εἰ ἐσμὲν, ἄνθρωποι δηλονότι, καὶ τὴν τοῦ τετιμηκότος οὐκ ἠγνοήκαμεν χάριν· οὕτως ὁ κατὰ φύσιν Υἱὸς καὶ Κύριος, κἂν ἐπέγνω διὰ τὴν σάρκα καὶ τὴν πρὸς ἡμᾶς ὁμοίωσιν Θεὸν ἑαυτοῦ τὸν Πατέρα, ἀλλ' οὐκ ἔξω γέγονε τοῦ εἶναι ὅ ἐστιν, οὔτε μὴν τῇ μετὰ σαρκὸς οἰκονομίᾳ τοὺς πρέποντας λόγους ἡμεῖς ἀγνοήσομεν. πῶς δὲ ἄρα παρὰ τοὺς μετόχους αὐτοῦ κεχρίσθαι λέγεται, φέρε λέγωμεν ὡς ἔνι. ἡμεῖς μὲν γὰρ κεχρίσμεθα τῷ Ἁγίῳ Πνεύματι, διωρισμένων δὲ φυσικῶς τῶν καθ' ἡμᾶς καὶ τοσοῦτον, ὅσον ἂν νοοῖτο θεότητος φύσις παντὸς γενητοῦ· ὁ δὲ δι' ἡμᾶς γενόμενος ἄνθρωπος τοῦ Θεοῦ Λόγος τῷ ἰδίῳ Πνεύματι καταχρίει τὸν ἑαυτοῦ ναὸν, οὐ μερικὴν ἐνέργειαν ἐντιθεὶς, οὔτε μὴν ἐν ἀῤῥαβῶνος τάξει καθὰ καὶ ἡμῖν δωρούμενος, ἀναπιμπλὰς δὲ μᾶλλον ἁγιασμοῦ καὶ τῆς ἑαυτοῦ δυνάμεώς τε καὶ δόξης. τοιγάρτοι καὶ ἔφασκεν "Ὑπὲρ αὐτῶν ἐγὼ ἁγιάζω ἐμαυτὸν "ἵνα ὦσιν καὶ αὐτοὶ ἡγιασμένοι ἐν ἀληθείᾳ."