# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 381

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 381. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/381

Ὅτι δὲ καίτοι κεχρίσθαι λεγόμενος παρὰ τοῦ Πατρὸς κατὰ τὸ ἀνθρώπινον, οὐ πέπαυται τοῦ εἶναι ὃ ἦν τε καὶ ἔστι καὶ ἔσται διαπαντὸς, τουτέστι Θεὸς, αὐτὸς ἡμᾶς ὁ θεσπέσιος Παῦλος ἐνδοιάζειν οὐκ ἐᾷ, κατὰ τοῦ αὐτοῦ προσώπου ἐντιθεὶς ἐφεξῆς Καὶ σὺ κατ' ἀρχὰς Κύριε τὴν γῆν ἐθεμελίωσας καὶ ἔργα τῶν χειρῶν σου εἰσὶν οἱ οὐρανοί· αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις· καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτοὺς καὶ ἀλλαγήσονται, σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν. Εἶτα τούτοις ἐπισυνάπτων εὐθύς Πρὸς τίνα δὲ τῶν ἀγγέλων εἴρηκέ ποτε Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. καὶ οὐκ ἂν οἶμαι ὑπολάβοι τις σωφρονῶν ἕτερον εἶναι τὸν σύνεδρον τῷ Πατρὶ παρὰ τὸν ἐκ τῆς ἁγίας παρθένου κατὰ σάρκα γεγεννημένον. καὶ πρός γε τοῦτο ἡμᾶς αὐτὸς ἐμπεδοῖ λέγων ὁ Ἐμμανουὴλ τοῖς Ἰουδαίων καθηγηταῖς "Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ, τίνος "υἱός ἐστιν; λέγουσιν αὐτῷ Τοῦ Δαυείδ·" εἶτα πρὸς αὐτοὺς ὁ Χριστός "Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν "κύριον λέγων Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου Κάθου ἐκ "δεξιῶν μου;" σύνες οὖν ὅτι τὸν κεχρισμένον ὡς ἄνθρωπον παρὰ τοὺς μετόχους αὐτοῦ καὶ κύριον ὀνομάζει καὶ κατ' ἀρχὰς ἔφη θεμελιῶσαί τε τὴν γῆν καὶ αὐτοὺς εἰργάσθαι τοὺς οὐρανοὺς, ὑπάρχειν δὲ καὶ διαπαντός· ἀΐδιος γὰρ κατὰ φύσιν ὁ ἐκ Θεοῦ Πατρὸς Λόγος καίτοι τῶν δι' αὐτοῦ γεγονότων οὐκ ἐχόντων οὐσιωδῶς τὸ ἄναρχον ἐν χρόνῳ, κέκληνται γὰρ εἰς τὸ εἶναι παρὰ Θεοῦ ὃς καὶ μόνος ἔχειν εἴρηται τὴν ἀθανασίαν· ἄφθαρτον γὰρ καὶ ἀνώλεθρον παρ' αὐτὸν οὐδέν. προσεπάγει δὲ τούτοις σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τῆς ἐνούσης αὐτῷ κατὰ φύσιν ὑπεροχῆς Πρὸς τίνα γὰρ εἶπε τῶν ἀγγέλων Κάθου ἐκ δεξιῶν μου; οὐχὶ πάντες εἰσὶ λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα διὰ τοὺς μέλλοντας κληρονομεῖν σωτηρίαν; εἰ γὰρ ὁ μὲν τοῖς τῆς θεότητος ἐνί-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
