# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 382

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 382. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/382

δρυται θώκοις, τὸ δεσποτικὸν ἀξίωμα περικείμενος κἂν εἰ γέγονεν υἱὸς Δαυεὶδ σῶμα λαβὼν ἐκ τῆς ἁγίας παρθένου, οἱ δὲ παρεστήκασιν ὡς Θεῷ τε καὶ βασιλεῖ τῶν ὅλων, τίνι τῶν ὄντων ἀσυμφανὴς ἡ μεταξὺ κειμένη διαφορὰ Χριστοῦ καὶ ἀγγέλων; ὁ μὲν γάρ ἐστιν Υἱὸς καὶ Θεὸς, οἱ δὲ τὸ δουλοπρεπὲς αὐχοῦσι μέτρον καὶ πρὸς εὐκλείας τῆς ἀνωτάτω λελόγισται παρ' αὐτοῖς τὸ γνήσιον εἰς ὑπακοήν. εἰ δὲ δή τις λέγοι Καὶ ποῖος ἡμᾶς ἀναπείσει τρόπος αὐτὸν οἴεσθαι τὸν ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς διὰ τῆς ἁγίας παρθένου γεγεννημένον θεμελιῶσαί τε τὴν γῆν κατ' ἀρχὰς καὶ αὐτοὺς ἐγεῖραι τοὺς οὐρανοὺς, ἀντακούσεται παρ' ἡμῶν ὡς εἴπερ ἕλοιτο τὴν τῆς ἀληθοῦς ἑνώσεως ἐννοῆσαι δύναμιν, οὐ τὴν ἐν μόνοις προσώποις καὶ κατὰ θέλησιν ἤγουν εὐδοκίαν, ἴδια μὲν εὑρήσει γεγονότα διὰ τὴν οἰκονομίαν τοῦ Θεοῦ τὰ ἀνθρώπινα, οὐκ ἀλλότρια δὲ τῆς ἀνθρωπότητος τὰ αὐτῷ καὶ μόνῳ πρέποντα τῷ ἑνωθέντι Λόγῳ· ἐπεὶ δέ ἐστιν εἷς καὶ μόνος καὶ ἀληθινὸς Υἱὸς ὁ Ἐμμανουὴλ, νοεῖται δὲ πρὸς ἡμῶν Θεός τε καὶ ἄνθρωπος. Πάντα ὑπέταξας τῶν ποδῶν αὐτοῦ. Ἄνιθι, φησὶ, ταῖς ἐννοίαις εἰς τὴν ἐν ἀρχαῖς τοῦ ἀνθρώπου κατασκευὴν καὶ τίνα γέγονε πρῶτον, πολυπραγμόνει δὲ πῶς πεποιήμεθα παρὰ Θεοῦ κατ' εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ, τετιμήμεθα δὲ πλουσίως, ἄρχειν λαχόντες τῶν ἐπὶ τῆς γῆς. ἐπειδὴ δὲ ἡ τοῦ γένους ἀρχὴ, τουτέστιν Ἀδὰμ, τὴν θείαν λελύπηκεν ἐντολὴν, νενόσηκέ τε λοιπὸν ἡ ἀνθρώπου διάνοια τὸ λίαν εὐπάροιστον εἰς τὸ πλημμελὲς, ταύτῃτοι γυμνοὶ δόξης καὶ ἀφθαρσίας καὶ τῶν ἐν ἀρχαῖς ἀγαθῶν διετελοῦμεν ἐν κόσμῳ· σεσώσμεθα δὲ διὰ Χριστοῦ, καὶ τῇ παρ' αὐτοῦ χάριτι κεκτήμεθα τὰ πρὸς ἀνάληψιν τῶν πάλαι δεδωρημένων. τῶν τοιούτων διηγημάτων ὁ τῶν προκειμένων λόγος εἰσκομίζει τὸ πλάτος· κατατέθηπε γὰρ ὁ θεσπέσιος Δαυεὶδ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
