Ancient Greek
Page 383
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 383
Not analysed yet
τῆς ἐφ' ἡμῖν ἡμερότητος τὴν ὑπερβολήν· "Τί γάρ ἐστιν ἄν"θρωπος, φησὶν, ὅτι μιμνήσκῃ αὐτοῦ, ἢ υἱὸς ἀνθρώπου ὅτι "ἐπισκέπτῃ αὐτόν;" τὸ μικρὸν οὕτω καὶ εὐτελὲς καὶ ἀπὸ γὴς ζῷον. ἠλάττωσε γὰρ αὐτὸν βραχύ τι παρ' ἀγγέλους, ἡττήμεθα γὰρ ὡμολογουμένως τῆς τῶν ἁγίων ἀγγέλων φύσεώς τε καὶ δόξης. οὐκοῦν τιμῇ τε καὶ δόξῃ στεφανοῦν ἠξίωσε καὶ λαμπροὺς ἀπέδειξεν ὁ τῶν ὅλων Θεός· κεχειροτόνηκε γὰρ εἰς ἀρχὴν τῶν ἐπὶ τῆς γῆς καὶ κατέστησεν "αὐτὸν ἐπὶ "τὰ ἔργα τῶν χειρῶν" αὐτοῦ. Καὶ τεθαύμακε μὲν εἰκότως τὰ ἐφ' ἡμῖν ὁ μακάριος Δαυείδ· τεχνίτης δὲ λίαν ὑπάρχων εἰς ἐννοίας πνευματικὰς ὁ σοφώτατος Παῦλος, περιτρέπει μὲν ἀστεῖος εἰς ἐξήγησιν μυστικὴν τῶν εἰρημένων τὴν δύναμιν, οἰκουμένην δὲ μέλλουσαν ὀνομάζει τοῦ μετὰ τοῦτον αἰῶνος τὴν κατάστασιν, καὶ τὴν ἐσομένην κατὰ καιροὺς τῶν δοθέντων ἡμῖν ἐπανάληψιν ἤγουν ἐκπλήρωσιν. διαπεπτώκαμεν γὰρ, ὡς ἔφην, τῆς χάριτος ἐν Ἀδάμ· εἴρηται μὲν γὰρ ὡς ἐκείνῳ καὶ πρώτῳ τῇ ἀνθρώπου φύσει τό "Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ κατακυριεύσατε "αὐτῆς·" νῦν δὲ οὔπω φησὶν ὁρῶμεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα. οὐκοῦν τὸν τοῦ πράγματος καιρὸν ἕτερον ὄντα ζητήσωμεν καθ' ὃν ἔσται καὶ ἀληθὲς τὸ ἐφ' ἡμῖν εἰρημένον παρὰ τοῦ ψεύδεσθαι μὴ εἰδότος Θεοῦ. ταύτῃτοί φησι τὴν οἰκουμένην τὴν μέλλουσαν οὐκ ἀγγέλοις μᾶλλον ὑποτετάχθαι παρ' αὐτοῦ, δεδωρῆσθαι δὲ τοῦτο τοῖς ἐπὶ τῆς γῆς. Ὅτι δὲ περὶ τῆς μελλούσης ἡμῖν οἰκουμένης οἱ μυσταγωγοὶ διαλέγονται, πῶς ἂν ἐνδοιάσειέ τις; ἀφιστάντες γὰρ τῶν ἐνεστηκότων, ζητεῖν ἀναπείθουσι τὰ ἐσόμενα καὶ "ἐπὶ "τὸ βραβεῖον τῆς ἄνω κλήσεως" ἐπείγεσθαι δεῖν συμβουλεύουσι καὶ τὴν τῶν ἁγίων ἐλπίδα διψῆν καθ' ἣν τὰ πάντα αὐτοῖς ὑποταχθήσεται καὶ κατακυριεύσουσι τῆς γῆς. καὶ αὐτὸς ὁ Σωτὴρ διεμέμνητο λέγων "Μακάριοι οἱ πραεῖς ὅτι "αὐτοὶ κληρονομήσουσι τὴν γῆν." τίς οὖν ἄρα ἐστὶν ὁ δι'