# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 384

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 384. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/384

οὗ γέγονε παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς ἡ τῶν καθ' ἡμᾶς ἀνακεφαλαίωσις; δῆλον ὅτι Χριστὸς, ὃ καὶ ἡμᾶς ἀκόλουθον εἰπεῖν ὡς διὰ τῆς τοῦ ψάλλοντος λύρας "Κύριος μερὶς τῆς "κληρονομίας μου καὶ τοῦ ποτηρίου μου, σὺ εἶ ὁ ἀποκαθι"στῶν τὴν κληρονομίαν μου ἐμοί·" δι' αὐτοῦ γὰρ ἐσχήκαμεν τῶν ἐν ἀρχαῖς τῇ φύσει δεδωρημένων ἀγαθῶν τὴν ἐπανάληψιν αὐτὴν καὶ τὸ βέβαιον εἰς κτῆσιν. ἀταλαίπωρον δὲ καὶ τοῦτο ἰδεῖν οὐχ ἑτέρως ἔχον, γεγραφότος περὶ αὐτοῦ τοῦ θεσπεσίου Παύλου "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλατ"τώμενον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου "δόξῃ καὶ τιμῇ ἐστεφανώμενον." Ἀκούεις ὅπως ἐπάνω πάντων ὑπέρτατον τὸν σύνθρονον τῷ Πατρὶ τὸν παρὰ τῶν ἄνω πνευμάτων ἐν τάξει Θεοῦ προσκυνούμενον, ᾧ χίλιαι μὲν χιλιάδες λειτουργοῦσιν ἀγγέλων, παρεστήκασι δὲ καὶ μύριαι μυριάδες, καταβιβάζει πάλιν ὁ μυσταγωγὸς ἐν τοῖς καθ' ἡμᾶς καὶ τὸν τῆς κενώσεως ἀφηγεῖται τρόπον προσεπάγων εὐθὺς καὶ ὅσα κατώρθωται δι' αὐτῆς τῇ ἀνθρωπείᾳ φύσει ἀγαθά. ἐννόησον γὰρ ἠλαττώμενον βραχύ τι παρ' ἀγγέλους αὐτὸν, ἵν' ἡμεῖς ἐν αὐτῷ πλουτήσωμεν τὰ ὑπὲρ φύσιν ἰδίαν ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρός· συνήγειρε γὰρ ἡμᾶς "καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις "ἐν Χριστῷ." συνεδρεύοντος γὰρ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, ἐφ' ὅλην δραμεῖται τὸ καύχημα τὴν ἀνθρώπου φύσιν. ἐπεὶ τίνα τρόπον ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πεπλουτήκαμεν, εἰ κατὰ μηδένα τρόπον τὸ καθ' ἡμᾶς ἐν ἀμείνοσιν, ὅτε γέγονε καθ' ἡμᾶς ὁ ὑπὲρ πᾶσαν τὴν κτίσιν; ἠλάττωται τοίνυν βραχὺ παρ' ἀγγέλους ἄνθρωπος γεγονὼς, ἵνα τὴν ἀνθρώπου τιμήσῃ φύσιν καὶ ἀνακομίσῃ πάλιν εἰς τὸ ἐν ἀρχαῖς, δόξῃ καὶ τιμῇ καὶ ἐν αὐτῇ στεφανούμενος καίτοι τῆς δόξης κύριος ὢν ὡς Θεός. ὥσπερ γὰρ ἡ τοῦ Ἀδὰμ παράβασις ἀτιμοτάτους ἀπέδειξεν, οὕτως δεδοξάσμεθα διὰ τῆς ὑπὲρ ἡμῶν ὑπακοῆς τοῦ Χριστοῦ καὶ αὐτὴν τεθεικότος τὴν ἰδίαν ψυχὴν "ἵνα "καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ."

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
