Ancient Greek
Page 386
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 386
Not analysed yet
Ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου. Τί τό Ἐγεύσατο παντί τῳ σαφὲς ὥς γε οἶμαι. δοὺς γὰρ τῷ θανάτῳ τὸ ἴδιον σῶμα καὶ οἷον ἀπογευσάμενος σαρκικῶς τοῦ συμβεβηκότος, ἀνεβίω πάλιν καὶ πεπάτηκεν εὐθὺς τοῦ θανάτου τὸ κράτος. οὐκοῦν ὁ βραχὺ παρ' ἀγγέλους ἠλαττῶσθαι λεγόμενος, αὐτός ἐστιν ὁ ἐκ Θεοῦ Λόγος, οὐκ εἰς ἰδίαν φύσιν παθὼν τὴν ἐλάττωσιν· ἀεὶ γάρ ἐστιν αὐτὸς καὶ ὡσαύτως ἔχων, ἄτρεπτός τε καὶ ἀναλλοίωτος, ὑπομεμενηκὼς δὲ καὶ τοῦτο δι' ἡμᾶς ἀνθρωπίνως· ἠνέσχετο γὰρ καίτοι Θεὸς ὢν φύσει τῶν τῆς ἀνθρωπότητος μέτρων διὰ τὴν οἰκονομίαν· καὶ τοῦτό ἐστι τοῦ κατ' αὐτὸν μυστηρίου τὸ ὅτι μάλιστα θαυμάζεσθαι πρέπον. οὕτω καὶ ὁ προφήτης ἔλεγεν Ἀμβακούμ "Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην, "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην·" ἔκστασις γὰρ ἀληθῶς καὶ τοῦ παντὸς ἐπέκεινα θαύματος τὸ γεγενημένον. ἀλλ' οὐκ οἶδ' ὅπως τὸ ἐπ' αὐτὸ μυστήριον οὐ νενοηκότες ὀρθῶς κενολογοῦσί τινες καὶ δὴ καὶ γεγράφασι τὰ ἐν τῷ ὀγδόῳ ψαλμῷ διερμηνεύειν ἐθέλοντες „Σκοπῶμεν τοίνυν τίς ὁ „ἄνθρωπος περὶ οὗ ἐκπλήττεται καὶ θαυμάζει ὅτι δὴ ὁ Μονο„γενὴς κατηξίωσεν αὐτοῦ μνησθῆναί τε καὶ ἐπισκοπὴν ποιή„σασθαι·" εἶτα τούτοις ἐπάγει καὶ μάλα ἐναργῶς ὡς οὐκ „εἴρηται μὲν ἐπὶ παντὸς ἀνθρώπου τό Τί ἐστιν ἄνθρωπος „ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου ὅτι ἐπισκέπτῃ αὐτόν; „ἀλλὰ περὶ μόνου τοῦ Υἱοῦ· “πειρῶνται δὲ τοὺς ἑαυτῶν λόγους ἐμπεδοῦν εἰς ἀλήθειαν περιενεγκεῖν λέγοντες τὸν μακάριον Παῦλον εἰς τὸ ἑαυτοῦ πρόσωπον τὰ ἐν τῷ ψαλμῷ,