# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 387

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 387. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/387

διά τοι τὸ φάναι "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους ἠλαττω"μένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ "καὶ τιμῇ ἐστεφανωμένον." εἶτα διιστάντες τὰς φύσεις, ὁλότροπον τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον εἶναί φασιν ἰδικῶς, περὶ οὗ καὶ θαυμάζει, φησὶν, ὁ Δαυεὶδ, ὅτι καὶ μνήμης καὶ ἐπισκοπῆς ἠξίωται· ἠξίωται δὲ καὶ τῶν ὑπὲρ φύσιν ἰδίαν, ὡς εὐεργετούμενος παρὰ τοῦ Θεοῦ Λόγου. Ἠγνοήκασι δὲ ὡς ἔοικεν, ὅτι Χριστὸς Ἰησοῦς οὐ καθ' ἑαυτὸν ἄνθρωπος κοινῶς τε καὶ ἰδικῶς νοεῖται καὶ λέγεται πρὸς ἡμῶν, ἐνανθρωπήσας δὲ μᾶλλον ὁ ἐκ Θεοῦ Λόγος. ἵνα δὲ τῶν ἐννοιῶν ἡ ἀπόδοσις ἐν κόσμῳ τῷ δέοντι προϊοῦσα φαίνοιτο, φέρε καὶ πρό γε τῶν ἄλλων τῆς ἐν τῷ παροισθέντων ψαλμῷ θεωρίας ἁψώμεθα. ᾔδει ὡς προφήτης ὁ θεσπέσιος Δαυεὶδ ὅτι κατὰ τὴν ἀψευδῆ τε καὶ θείαν ὑπόσχεσιν "ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα" γενήσεται, πλὴν οὐκ ἠγνόηκεν ὅτι Θεὸς κατὰ φύσιν ὑπάρχων ἐν τοῖς καθ' ἡμᾶς ἑαυτὸν καθήσει κατὰ καιρόν. διαλέγεται τοίνυν ἐν τῷ ὀγδόῳ ψαλμῷ καὶ τοὺς πρὸς αὐτὸν ποιεῖται λόγους ὡς πρὸς ἄνθρωπον ἅμα καὶ Θεὸν ἕνα τὸν ἐξ ἀμφοῖν ἐπιγινώσκων Θεόν. ταύτῃτοί φησι "Κύριε ὁ Κύριος ἡμῶν, ὡς "θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ, ὅτι ἐπήρθη ἡ "μεγαλοπρέπειά σου ὑπεράνω τῶν οὐρανῶν·" ποῦ γὰρ ὅλως ἢ παρὰ τίσι Χριστὸς οὐ τεθαύμαστο; ἢ πῶς οὐκ ἐπήρθη καὶ ὑπεράνω τῶν οὐρανῶν ἡ μεγαλοπρέπεια αὐτοῦ καὶ τὸ τῆς δόξης περιφανές; εἴπερ ἐστὶν ἀληθὲς ὅτι "ἐν τῷ ὀνόματι "Ἰησοῦ Χριστοῦ πᾶν γονὺ κάμπτει ἐπουρανίων καὶ ἐπι"γείων καὶ καταχθονίων καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται "ὅτι Κύριος Ἰησοῦς Χριστὸς εἰς δόξαν Θεοῦ Πατρός." Ὅτι γὰρ ἐν ἀνθρωπείᾳ μορφῇ πεφηνότι τῷ Λόγῳ καὶ ἑνωθέντι σαρκὶ τὰ τοιαῦτά φησιν ὁ θεσπέσιος μελῳδὸς

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
