Ancient Greek
Page 388
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 388
Not analysed yet
ἐκδείξειεν ἂν εὐκόλως τὰ ἐφεξῆς· ἔφη γὰρ ὅτι "ἐκ στόματος "νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον." ἐπειδὴ γὰρ τὸν Λάζαρον ἤγειρεν ἐκ νεκρῶν, τεθαύμασται μὲν παρὰ πάντων, "εὑρὼν δὲ ὀνάριον ἐκάθισεν ἐπ' αὐτῷ," ὅτε καὶ παῖδες λαβόντες "τὰ βαΐα τῶν φοινίκων" ταῖς καθηκούσαις αὐτὸν καταγεραίροντες εὐφημίαις ἔφασκον "Ὡσαννὰ τῷ υἱῷ "Δαυεὶδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου." ἐπιτιμώντων δὲ αὐτοῖς τῶν ἄλλων, ἔφασκεν ὁ Χριστός "Οὐκ "ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρ"τίσω αἶνον;" ἐνηνθρωπηκότα δὴ οὖν τὸν Υἱὸν μονονουχὶ καὶ ἐποχούμενον τῷ πώλῳ βλέπων κατατέθηπεν εἰκότως ἐκεῖνο διενθυμούμενος ὅτι πρὸς τοσοῦτο σμικροπρεπείας ἑαυτὸν ὁρᾶται καθεὶς καίτοι κατὰ φύσιν ὑπάρχων Θεὸς, εἶτα τοῦ κεκενῶσθαι τὴν ἀφορμὴν οὐχ ἑτέραν ὁρῶν ὁ μακάριος Δαυεὶδ, πλὴν ὅτι μόνους ἡμᾶς οὓς ἦν ἀναγκαῖον καὶ φθορᾶς ἐξελέσθαι καὶ ἁμαρτίας καὶ τυραννικῶν ἁρπάσαι χειρῶν, τῶν τοῦ διαβόλου φημὶ, τοῦ παντὸς ἀξιοῖ θαύματος τῆς μετὰ σαρκὸς οἰκονομίας τὸ μυστήριον. ταύτῃτοί φησι "Κύριε "τί ἐστιν ἄνθρωπος ὅτι μιμνήσκῃ αὐτοῦ ἢ υἱὸς ἀνθρώπου "ὅτι ἐπισκέπτῃ αὐτόν;" τίς γὰρ ἡ ἀνθρώπου φύσις ὡς πρὸς Θεόν; καὶ τί τοῦτο λέγω; τί τὸ γένος τὸ ἀνθρώπινον; μοῖρά τε ὅση καταλογισθεῖεν ἂν οἱ ἐπὶ γῆς ὡς πρός γε φημὶ τὰ τῶν ἁγίων ἀγγέλων τάγματα; ἀλλ' εἰ καὶ μηδὲν ὅλως ὁ ἄνθρωπος φύσει τε καὶ ἀριθμῷ, οὐχ ὑπερεῖδεν ἡμᾶς ὁ Δημιουργὸς, ἐμνήσθη γὰρ καὶ ἡμῶν καὶ ἐπισκοπῆς ἠξίωσεν, ὡς διολωλότων· ὁ καὶ ἐν ἀρχαῖς τοῦ παραγαγεῖν εἰς ὕπαρξιν, βραχὺ μὲν ἡμᾶς ἐλαττώσας παρὰ τοὺς ἀγγέλους, στεφανώσας δὲ τιμῇ τε καὶ δόξῃ καὶ καταστήσας μὲν ἐπὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ, πάντα δὲ ὑποτάξας ὑπὸ πόδας ἡμῶν. Καὶ τῆς μὲν ὅλης ᾠδῆς ὁ σκόπος ἐν τούτοις, φιλοσοφεῖ