# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 389

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 389. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/389

δὲ λίαν ὁ θεσπέσιος Παῦλος καὶ περιίστησιν εὐτέχνως νενοσηκότα τὰ καθ' ἡμᾶς εἰς καινότητα διὰ Χριστοῦ· καινὴ γὰρ κτίσις τὰ ἐν αὐτῷ καὶ τὰ μὲν ἀρχαῖα παρῆλθε, γέγονε δὲ πάντα καινά· τοῦτό φησι καὶ δι' ἑνὸς τῶν προφητῶν τὸ Πνεῦμα τὸ Ἅγιον "Θάρσει Σιὼν, μὴ παρείσθωσαν αἱ "χεῖρές σου· Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατῶς σῶσαί σε "καὶ ἀνακαινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ." Ἀποφαίνει τοίνυν ὁ Παῦλος γυμνοὺς ἡμᾶς τῆς δόξης τῆς πάλαι δεδωρημένης· διὰ τοῦτό φησι "Νῦν δὲ οὔπω ὁρῶμεν "αὐτῷ τὰ πάντα ὑποτεταγμένα." καὶ οὐ δήπου φρονοῦμεν, ὀρθὰ φρονεῖν ᾑρημένοι περὶ ἑνὸς ἀνθρώπου τὰ τοιάδε λέγειν αὐτὸν, ἀλλ' ὡς ἐν ἑνὶ προσώπῳ τὸν καθόλου σημαίνων ἄνθρωπον, σεσυλῆσθαί φησιν αὐτὸν τῆς πάλαι δοθείσης εὐκλείας τὴν μέθεξιν. καὶ ποία τις ἐστὶν ἡ τοῦ παντὸς λόγου κατασκευὴ, τί δὲ τὸ τῆς εὐτεχνίας συμπέρασμα διειπεῖν ἀναγκαῖον. ἀποφαίνει γὰρ τῆς δόξης ἡμαρτηκότα διὰ τὴν ἐν Ἀδὰμ παράβασιν ἵνα καὶ τὸν τῆς ἐπαναλήψεως ἀφηγήσηται τρόπον καὶ οἷά τις ἦν ἐμφάνῃ τὴν τοῦ γένους πτωχείαν ἵνα δείξῃ πάλιν τὸν δι' οὗ πεπλουτίσμεθα. προσεπάγει γὰρ εὐθύς "Τὸν δὲ βραχύ τι παρ' ἀγγέλους "ἠλαττωμένον βλέπομεν Ἰησοῦν διὰ τὸ πάθημα τοῦ θανά"του δόξῃ καὶ τιμῇ ἐστεφανωμένον·" Θεὸς γὰρ ὢν φύσει καθὰ πλειστάκις εἰρήκαμεν ὁ ἐκ Θεοῦ Λόγος, καθῆκεν ἑαυτὸν εἰς κένωσιν καὶ κεχρημάτικε μεθ' ἡμῶν ὡς ἄνθρωπος βραχὺ παρ' ἀγγέλους, ἵνα καὶ ὑπήκοος γεγονὼς τῷ Πατρὶ καὶ μέχρι θανάτου, δόξῃ καὶ τιμῇ στεφανώσῃ τὴν ἀνθρώπου φύσιν, ὡς εἷς ἐξ ἡμῶν στεφανούμενος καίτοι τῆς δόξης Κύριος ὤν. Εἰ δὲ δή τις λέγοι μνήμης καὶ ἐπισκοπῆς ἠξιῶσθαι παρὰ τοῦ Θεοῦ Λόγου τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἄνθρωπον, εὐεργετῆσθαί τε αὐτὸν καὶ ἠξιῶσθαι τιμῆς ὑπὲρ ἰδίαν φύσιν, κατακομιεῖ μὲν ὥσπερ εἰς γῆν τοῦ μυστηρίου

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
