# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 390

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 390. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/390

τὴν δόξαν, πλεῖστον δὲ ὅσον ὀφλήσει γέλωτα. ποῦ γὰρ εἰπέ μοι ψιλὸς ἄνθρωπος ὁ Χριστός; πότε δὲ δίχα τοῦ ἑνωθέντος αὐτῷ νοεῖται Λόγου; ἔστι γὰρ ἐκ μήτρας Ἐμμανουὴλ καὶ οὐ γέγονε τοῦτο κατὰ καιρούς. πῶς οὖν αὐτὸν ἐπισκοπῆς τε καὶ μνήμης ἠξιῶσθαί φασι παρὰ τοῦ Θεοῦ Λόγου; εἶτα διιστάντες τε καὶ διορίζοντες ὁλοτρόπως ἁλοῖεν ἂν καὶ ἀνὰ μέρος, ἡμῖν γυμνὸν τοῦ ἑνωθέντος Λόγου δεικνύντες ἕτερον Χριστὸν καὶ Υἱόν· ἕτερον γὰρ ἀνάγκη νοεῖσθαι τὸν ἐπισκοπῆς αὐτὸν καὶ μνήμης ἠξιωκότα παρὰ τὸν ᾧ ταῦτα δέδοται παρ' αὐτοῦ· πῶς οὖν ἔτι Κύριος εἷς μία τε πίστις καὶ ἓν τὸ βάπτισμα; εἰ γὰρ καὶ πολλή τις τῶν φύσεων ἡ διαφορὰ, ἀλλ' ὅ γε τῆς ἑνώσεως τρόπος ἕνα τὸν ἐξ ἀμφοῖν ἔδειξεν Υἱόν. οὐκοῦν εἰ μνήμης ἠξιῶσθαί φαμεν αὐτὸν παρὰ τοῦ Θεοῦ Λόγου, ψυχικοὶ δὴ πάντως ἐσμὲν πνεῦμα μὴ ἔχοντες καθὰ γέγραπται· διορίζομεν γὰρ εἰς δύο τὸν ἕνα. εἰ δὲ ἦν ἐν ἀρχαῖς ὅπερ ἐστὶ καὶ ἐξ αὐτῆς μήτρας Ἐμμανουὴλ, εἰ τὸν τῆς ἑνώσεως μὴ παραδεξόμεθα τρόπον, ἑαυτοῦ δὴ πάντως ὁ Λόγος διαμεμνήσεται, ἑαυτὸν ἠξίωσε τῆς ἐπισκοπῆς, ἑαυτὸν εὐεργετήσας ὁρᾶται, καὶ πολλὴν ἡμῖν ἐν τούτοις τὴν ἀτοπίαν εἰσκομιεῖ τῶν ἐννοιῶν ἡ δύναμις· οὐ γὰρ ἀλλότριον τοῦ Λόγου τὸ σῶμα αὐτοῦ, ἄλλως τε τίς ἄρα ἐστὶν ὁ κεκενῶσθαι λεγόμενος παρὰ τῆς ἁγίας γραφῆς; Εἰ μὲν οὖν τὸν ἐκ τῆς ἁγίας παρθένου γεγεννημένον ἀνὰ μέρος ἡμῖν ἱστάντες, αὐτὸν ὑπομεῖναί φασι τὴν κένωσιν, πῶς ἐκενώθη δεδοξασμένος, εἴπερ ἐστὶ καθ' ἡμᾶς ἀνθρώπῳ τιμὴ καὶ δόξα τὸ ἐπισκοπῆς ἀξιοῦσθαι καὶ μνήμης, ἑνώσεώς τε τυχεῖν τῆς πρὸς Θεόν· εἰ δ' ἐπ' αὐτοῦ λέγοιεν πεπράχθαι τὴν κένωσιν τοῦ Μονογενοῦς, κεκένωταί τι παθών· ᾧ γὰρ τὸ παθεῖν συμβέβηκε, πρέποι ἂν μᾶλλον καὶ τὸ τῆς κενώσεως χρῆμα. σεσώσμεθα τοίνυν δι' ἑαυτῶν, εἴπερ ἐστὶν ἄνθρωπος καθ' ἡμᾶς οὐχ ἑνωθεὶς καθ' ὑπόστασιν τῷ ἐκ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
