Ancient Greek
Page 391
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 391
Not analysed yet
Θεοῦ φύντι Λόγῳ, καθάπερ αὐτοί φασιν, ὁ ἐκ τῆς ἁγίας παρθένου γεγεννημένος. πῶς οὖν Θεὸς ὁ Χριστὸς, εἰ καὶ αὐτὸς μεθ' ἡμῶν ἠξίωται μνήμης τῆς παρὰ Θεοῦ καὶ γέγονεν εἷς τῶν εὐεργετουμένων; καίτοι πρόσιμεν ὡς Θεῷ προσευχόμενοι καὶ τῶν ἄνωθεν ἀγαθῶν αἰτούμενοι τὴν χορηγίαν, ὡς ὅλῃ τῇ κτίσει διανέμοντα θεοπρεπῶς τὰ αἰτήματα.