# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 393

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 393. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/393

Ἀναγκαῖον οἶμαι πρό γε τῶν ἄλλων πολυπραγμονῆσαι λεπτῶς περὶ ποίων αὐτῷ παιδίων ὁ λόγος, ἃ δὴ σαρκός τε καὶ αἵματος κεκοινωνηκέναι φησὶ καὶ τίς ὁ παραπλησίως μετεσχηκὼς τῶν αὐτῶν. ὅτε τοίνυν ὁ Μονογενὴς τοῦ Θεοῦ Λόγος καίτοι Θεὸς καὶ Κύριος ὢν κατὰ φύσιν καὶ σύνεδρος τῷ Θεῷ καὶ Πατρὶ καθῆκεν αὐτὸν εἰς τὸ τῆς ἀνθρωπότητος μέτρον, συντέτακται δὲ διὰ τοῦτο καὶ ὡς ἀδελφὸς τοῖς κεκλημένοις διὰ πίστεως εἰς υἱοθεσίαν Θεοῦ· τότε δὴ τότε τῆς οἰκονομίας τὸ εὐτεχνὲς εὖ μάλα τετηρηκὼς ἔφασκε περὶ ἡμῶν ποτὲ μὲν ὅτι "Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς "μου," ποτὲ δέ "Ἰδοὺ ἐγὼ καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ "Θεός." Παραδέδοται γὰρ αὐτῷ παρὰ τοῦ Θεοῦ καὶ Πατρὸς τὰ πάντα, καὶ κλῆρος αὐτοῦ γεγόναμεν καίτοι πάλαι "μερίδες "ἀλωπέκων" ὄντες, καθά φησιν ὁ Δαυείδ. ὑπεκείμεθα γὰρ οὐχ ἑκόντες οἱ δείλαιοι τοῖς τῶν δαιμονίων ἀγέλαις· ἀλλ' αἵματι τῷ ἰδίῳ πάντας ἡμᾶς κατεκτήσατο καὶ κεκληρονόμηκεν ὁ Χριστός. καὶ γοῦν ἔφη πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν "Οὓς δέδωκάς μοι ἐκ τοῦ κόσμου σοὶ "ἦσαν κἀμοὶ αὐτοὺς δέδωκας, κἀγὼ τὴν δόξαν ἣν δέδωκάς "μοι δέδωκα αὐτοῖς." καίτοι γὰρ Υἱὸς κατὰ φύσιν ὑπάρχων χάριτι μεθ' ἡμῶν τῆς τοιᾶσδε δόξης μετεσχηκέναι φησὶ διὰ τὸ ἀνθρώπινον, πλὴν μεμενηκὼς ὅπερ ἦν δέδωκεν ἡμῖν τὴν ἑαυτοῦ δόξαν. κατεσφράγισε γὰρ τῷ ἰδίῳ Πνεύματι πρὸς υἱοθεσίαν καὶ ἐν αὐτῷ "κράζομεν Ἀββᾶ ὁ πατήρ." οὐκοῦν ἡμεῖς οἱ ἐν τέκνοις ἠριθμημένοι Θεοῦ κεκοινωνήκαμεν αἵματος καὶ σαρκὸς, τουτέστιν ἐν αἵματί τε ἐσμὲν καὶ σαρκὶ καὶ ἐν φθαρτοῖς καὶ γηΐνοις σώμασι. ταύτης ἕνεκα τῆς αἰτίας

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
