# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 396

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 396. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/396

νότον καὶ Ἰνδικῇ τερματίζων τὴν Ἰουδαίων "Ἐξέτεινε τὰ "κλήματα αὐτῆς ἕως θαλάσσης καὶ ἕως ποταμῶν τὰς παρα"φυάδας αὐτῆς." συνεσταλμένον οὖν ἄρα καὶ εἰς μόλις διῆκον ἔθνος τὸ τοῦ πανσόφου Μωυσέως ὁρᾶται κήρυγμα, προσετίθει δὲ τοῖς κεκλημένοις τῆς εὐπειθείας τὰ γέρα καὶ τῆς ἐν νόμῳ ζωῆς ἀμοιβὰς τὰ πρόσκαιρα καὶ εὐμάραντα· γῆν δέ φημι τὴν τῆς ἐπαγγελίας ὀνομάζειν πανταχῆ. καὶ δεδικαίωκε μὲν ὁ νόμος οὐδένα· δικαιοῦται γὰρ οὐδεὶς ἐν νόμῳ παρὰ Θεοῦ καί ἐστιν "ἀδύνατον αἷμα τράγων καὶ "ταύρων ἀφαιρεῖν ἁμαρτίας·" ὁ δέ γε Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐλεήμων γέγονε καὶ πιστὸς ἀρχιερεὺς εἰς τὸ ἱλάσκεσθαι τὰς ἁμαρτίας τοῦ λαοῦ καὶ ἐν ᾧ γέγονεν αὐτὸς πειρασθεὶς βεβοήθηκε τοῖς πειραζομένοις. κέκληκε μὲν γὰρ ἁγίᾳ καὶ ἐπουρανίῳ κλήσει τὴν οἰκουμένην, ἐλεήμων δὲ γέγονεν ἀρχιερεὺς, ὅτι μὴ νόμου διάκονος ἦν τοῦ κατακρίνοντος, ἀμνησικάκῳ δὲ μᾶλλον χάριτι καὶ ἀγάπῃ δεδικαίωκε διὰ πίστεως καὶ τῶν ἀρχαίων ἡμῖν πταισμάτων δεδώρηται τὴν ἀπόνιψιν. ἐλεήμων γὰρ ὢν ἀεί τε καὶ φύσει, τέθειται μεσίτης ἡμῶν καὶ Θεοῦ διὰ τῆς ἐνανθρωπήσεως ὁ Μονογενὴς αὐτοῦ Λόγος, ἵν' ὥσπερ ἀεὶ χρηστός τε καὶ ἐλεήμων ἦν, οὕτω δὴ πάλιν ἀρχιερεὺς ἀναδεδειγμένος κατοικτείρῃ τοὺς ἐπὶ τῆς γῆς, τὰ φίλα τε αὐτῷ καὶ συνήθη δρῶν καὶ τῶν ἰδίων οὐκ ἐξιστάμενος ἀγαθῶν, ἵλεω δὲ καὶ αὐτὸν ἡμῖν τὸν ἐν τοῖς οὐρανοῖς ἀποφήνῃ Πατέρα. γέγονε δὲ καὶ πιστὸς κατὰ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν εἰς ὀσμὴν εὐωδίας προσαγαγὼν καὶ τὰς πάντων ἡμῶν ἁμαρτίας ἀνενεγκὼν "ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον," καθὰ γέγραπται· βεβοήθηκε γὰρ οὕτω τοῖς πειραζομένοις ἐν ᾧ πέπονθεν αὐτὸς πειρασθεὶς, τῷ γὰρ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν, κατὰ τὸ γεγραμμένον. νοείσθω δὴ οὖν ἐν τούτοις τὸ πειρασθεὶς ἀντὶ τοῦ πεπονθὼς ἤτοι πειρασμὸν τὸν ἐκ τῶν σταυρωσάντων ὑπενεγκών· δοὺς γὰρ ὑπὲρ πάντων τὸ ἐν ᾧ πέπονθε σῶμα,

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
