# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 397

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 397. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/397

πάντας ἡμᾶς ἠλευθέρου καὶ θανάτου καὶ ἁμαρτίας καὶ πειρασμῶν. οὐκοῦν βεβοήθηκε τοῖς πειραζομένοις εἷς ὑπὲρ πάντων ἀποθανὼν, ὁ πάσης τῆς κτίσεως ἀξιώτερος, "ἵν' οἱ "ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀπο"θανόντι καὶ ἐγερθέντι." Ὅτι γὰρ ἁγίους ἡμᾶς ἀποτελῶν σαρκὶ πέπονθεν ὁ Χριστὸς, πληροφορήσει λέγων ὁ θεσπέσιος Παῦλος τοῖς ἐξ ἐθνῶν τε καὶ Ἰουδαίων "Καὶ ὑμᾶς ποτε ὄντας ἀπηλλο"τριωμένους καὶ ἐχθροὺς τῇ διανοίᾳ ἐν τοῖς ἔργοις τοῖς "πονηροῖς, νυνὶ δὲ ἀποκατήλλαξεν ἐν τῷ σώματι τῆς σαρ"κὸς αὐτοῦ διὰ τοῦ θανάτου, παραστῆσαι ὑμᾶς ἁγίους καὶ "ἀμώμους καὶ ἀνεγκλήτους κατενώπιον αὐτοῦ, εἴ γε ἐπιμέ"νετε τῇ πίστει τεθεμελιωμένοι καὶ ἑδραῖοι καὶ μὴ μετα"κινούμενοι ἀπὸ τῆς ἐλπίδος τοῦ εὐαγγελίου οὗ ἠκούσατε." σοφὸν οὖν ἄρα τοῖς κεκλημένοις εἰς ἐλπίδα ζῶσαν καὶ μένουσαν εἰπεῖν Ὅθεν ἀδελφοὶ κλήσεως ἐπουρανίου μέτοχοι κατανοήσατε τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ. ἐπουράνιον δὲ καὶ μάλα εἰκότως ὀνομάζει κλῆσιν τὴν διὰ Χριστοῦ· χαριεῖται γὰρ ὁ τῶν ὅλων Θεὸς τοῖς δι' αὐτοῦ κεκλημένοις, οὐ πρόσκαιρα καὶ εὐμάραντα καὶ ὅσα τοῖς ἀρχαιοτέροις ὁ διὰ Μωυσέως ἐδίδου νόμος, ἀλλ' ὅσα τοῖς ἅπαξ ἠξιωμένοις ἑλεῖν εἰς μακραίωνα βίον συνεκτείνεται καὶ ἀναπόβλητον ἔχει τὴν κτῆσιν. κεχρηματίκαμεν δὲ καὶ ἑτέρως ἐπουράνιοι, Χριστοῦ πρωτεύοντος καὶ ὁδοῦ καὶ θύρας ἡμῖν γεγονότος. καὶ γοῦν ὁ Παῦλός φησι "Καὶ καθὼς "ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ φορέσωμεν καὶ τὴν "εἰκόνα τοῦ ἐπουρανίου," καὶ πάλιν "Ὁ πρῶτος ἄνθρωπος "ἐκ γῆς χοϊκὸς, ὁ δεύτερος ἐξ οὐρανοῦ. οἷος ὁ χοϊκὸς, τοι"οῦτοι καὶ οἱ χοϊκοὶ, καὶ οἷος ὁ ἐπουράνιος, τοιοῦτοι καὶ οἱ "ἐπουράνιοι." γεγόναμεν τοίνυν ἐπουράνιοι, μορφούμεθα γὰρ εἰς Χριστὸν διὰ Πνεύματος, ὅς ἐστιν ἐξ οὐρανοῦ· διὰ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
