# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 398

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 398. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/398

τοῦτο καὶ περιπατοῦντες ἐπὶ γῆς, ἔχομεν "ἐν οὐρανοῖς τὸ "πολίτευμα." οὐ γὰρ τοῖς ἀρχαίοις ἐν ἴσῳ προσεληλύθαμεν ἡμεῖς "ψηλαφωμένῳ πυρὶ καὶ γνόφῳ καὶ ζόφῳ καὶ θυέλλῃ "καὶ σάλπιγγος ἤχῳ καὶ φωνῇ ῥημάτων," προσεληλύθαμεν δὲ μᾶλλον "Σιὼν ὄρει καὶ πόλει Θεοῦ ζῶντος Ἱερουσαλὴμ "ἐπουρανίῳ καὶ μυριάσιν ἀγγέλων πανηγύρει καὶ ἐκκλησίᾳ "πρωτοτόκων ἀπογεγραμμένων ἐν οὐρανοῖς καὶ κριτῇ Θεῷ "πάντων καὶ πνεύμασι δικαίων τετελειωμένων καὶ διαθήκης "νέας μεσίτῃ Ἰησοῦ καὶ αἵματι ῥαντισμοῦ κρεῖττον λαλοῦντι "παρὰ τὸ Ἄβελ." τὸ μὲν γὰρ αἷμα τοῦ Ἄβελ κατεκεκράγει τοῦ φονευτοῦ καὶ ἀδελφοκτόνου, λαλεῖ δὲ τὰ ἐκείνου κρείττονα τὸ τίμιον αἷμα, μόνον γὰρ οὐχὶ καὶ ἐξαιτεῖ τῷ κόσμῳ τὸν ἐκ Πατρὸς ἔλεον καὶ ῥεραντίσμεθα δι' αὐτοῦ πρὸς δικαίωσιν. Κατανοήσωμεν τοίνυν τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν Ἰησοῦν πιστὸν ὄντα τῷ ποιήσαντι αὐτόν· ἀρχιερέα δηλονότι καὶ ἀπόστολον, ὃς καὶ γέγονε πιστὸς καὶ μέχρι θανάτου καὶ σταυροῦ, καθεὶς ἑαυτὸν ἐν εὐδοκίᾳ Πατρὸς ἵνα καὶ ἡμᾶς ἑαυτοῦ καταστήσῃ μιμητὰς, οὐ δι' αὐτὸν δεδιότας ὑπομεῖναι τὸν θάνατον, εἰ προσίοι κατὰ καιροὺς δι' εὐσέβειαν καὶ ὑπακοήν τινος πρὸς Θεόν. συλλήψεται δὲ πρὸς τοῦτο ἡμῖν καὶ ὁ μακάριος Πέτρος οὕτω λέγων "Εἰς "τοῦτο γὰρ καὶ ἐκλήθητε ὅτι Χριστὸς ἀπέθανεν ὑπὲρ ἡμῶν "ἡμῖν ὑπολιμπάνων ὑπογραμμὸν ἵνα ἐπακολουθήσητε τοῖς "ἴχνεσιν αὐτοῦ," καὶ αὐτὸς δέ φησιν ὁ Σωτήρ "Εἴ τις "θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω "τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι." Τὸ γεμὴν ὠνομάσθαι πιστὸν τὸν Υἱὸν, ἀδικήσειεν ἂν οὐδὲν τὴν δόξαν αὐτοῦ, θεοπρεπεστάτην γὰρ οὖσαν τὴν λέξιν κατίδοι τις ἂν καὶ ἐπ' αὐτοῦ δὲ κειμένην τοῦ Θεοῦ καὶ Πατρός· γέγραπται γοῦν ὅτι "Θεὸς πιστὸς καὶ οὐκ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
