Ancient Greek
Page 399
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 399
Not analysed yet
"ἔστιν ἀδικία ἐν αὐτῷ, δίκαιος καὶ ὅσιος ὁ Κύριος·" ἔφη δέ τις καὶ τῶν Χριστοῦ μαθητῶν "Ὥστε καὶ οἱ πάσχοντες "κατὰ τὸ θέλημα τοῦ Θεοῦ πιστῷ κτίστῃ παρατιθέσθωσαν "τὰς ψυχὰς αὐτῶν," καὶ μὴν καὶ ὁ Παῦλος "Πιστὸς ὁ "Θεὸς δι' οὗ ἐκλήθητε εἰς κοινωνίαν τοῦ υἱοῦ αὐτοῦ." τί γὰρ ἕτερον ἐν τούτοις ἡμῖν σημαίνει τό Πιστὸς ἢ τὸ ἀσφαλής τε καὶ βέβαιος καὶ ἀξιόχρεως εἰς πίστιν ὧν ἂν λέγοι τυχὼν ἢ ὧν ἂν ἕλοιτο κατορθοῦν; γέγονε δὲ τοιοῦτος ὁ Υἱὸς τῷ Πατρὶ καὶ ἐν ἀνθρωπότητι καθιγμένος, καὶ σταυρὸν καὶ θάνατον ἀνατλὰς ἵνα κατορθώσῃ τὸ αὐτῷ δοκοῦν. ἔφη γοῦν "Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ οὐχ ἵνα ποιῶ τὸ "θέλημα τὸ ἐμὸν ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με· τοῦτο "δέ ἐστι τὸ θέλημα τοῦ πέμψαντός με ἵνα πᾶν ὃ δέδωκέ μοι "μὴ ἀπολέσω ἐξ αὐτοῦ ἀλλ' ἀναστήσω αὐτὸ τῇ ἐσχάτῃ "ἡμέρᾳ." δεδόμεθα γὰρ ὡς Σωτῆρι καὶ ζωοποιῷ τῷ Υἱῷ, καὶ τοῦτο ἦν ἔργον αὐτῷ παρὰ τοῦ Πατρός· ἐνεργεῖ γὰρ δι' Υἱοῦ πᾶν ὅτι ἂν βούλοιτο κατορθοῦσθαι θεοπρεπῶς ὅτι καὶ δύναμις αὐτοῦ ἐστι καὶ σοφία. διὰ τοῦτο καὶ αὐτὸς ἔφασκεν ὁ Υἱός "Ἐγὼ δὲ ἔχω τὴν μαρτυρίαν μείζω τοῦ Ἰωάννου, τὰ "γὰρ ἔργα ἃ δέδωκέ μοι ὁ Πατὴρ ἵνα τελειώσω αὐτὰ τὰ "ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ ὅτι ὁ Πατήρ με "ἀπέστειλε·" ψάλλει δέ που καὶ ὁ Δαυείδ "Ἔντειλαι ὁ Θεὸς "τῇ δυνάμει σου, δυνάμωσον ὁ Θεὸς τοῦτο ὃ κατειργάσω ἐν "ἡμῖν." Φέρε δὲ πολυπραγμονήσωμεν εἰ δοκεῖ, τίς δὴ ἄρα καὶ ἐπὶ τίσι γέγονε τῷ Υἱῷ τῆς ἱερατείας ὁ τρόπος, πότερον δουλοπρεπὴς καὶ τῆς ἑτέρου δόξης ὑπουργὸς, ἢ μᾶλλον τῷ Υἱῷ τὰ κατὰ φύσιν ἁρμοδιώτατος καὶ τοῖς τῆς ἐνανθρωπήσεως λόγοις οὐκ ἀσύμβατος. οἱ μὲν γὰρ πάλαι κατὰ τὸν Μωσέως δοθέντα νόμον ἱερουργοῦντες Θεῷ ὡς ἐν τύπῳ καὶ σκιᾷ προσῆγον λατρείας, αὐτὸν ἱερωμένοι τῷ Πατρὶ τὸν Υἱὸν, καὶ