# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 400

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 400. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/400

εἰς ὀσμὴν εὐωδίας ἀνακομίζοντες ὡς ἐν χιμάρῳ καὶ κριῷ καὶ μόσχῳ πλειστάκις. ἔριφος γὰρ ὑπὲρ ἁμαρτίας ἐσφάζετο κατά γε τὴν πίστιν τῶν ἱερῶν γραμμάτων ἀλλ' ἐν ἐκείνοις μὲν ἦν τῆς ἀληθείας ἡ μόρφωσις· γέγραφε δὲ ἡμῖν ὁ σοφώτατος Παῦλος "Χριστὸς δὲ παραγενόμενος ἀρχιερεὺς τῶν "μελλόντων ἀγαθῶν διὰ τῆς μείζονος καὶ τελειοτέρας σκη"νῆς, οὐ χειροποιήτου, τουτέστιν οὐ ταύτης τῆς κτίσεως, "οὐδὲ δι' αἵματος τράγων καὶ μόσχων, διὰ δὲ τοῦ ἰδίου "αἵματος εἰσῆλθεν ἐφάπαξ εἰς τὰ ἅγια αἰωνίαν λύτρωσιν "εὑρόμενος." ἐπράττετο μὲν γὰρ δι' αἵματος ἀλλοτρίου τῆς λατρείας ἡ δύναμις τοῖς κατὰ νόμον ἱερουργοῖς· ὑποδείγματι γὰρ καὶ σκιᾷ λελατρεύκασι τῶν ἐπουρανίων· Χριστὸς δὲ οὐχ οὕτω, πολλοῦ γε καὶ δεῖ, σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν αἵματι τῷ ἰδίῳ καὶ "οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης "γέγονεν ἱερεὺς ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·" προσκεκόμικε γὰρ ἑαυτὸν ὑπὲρ ἡμῶν, ἀτονούσης εἰς δικαίωσιν τῆς ἐν τύπῳ λατρείας, καὶ γὰρ ἦν "ἀδύνατον αἷμα ταύ"ρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας," ὅθεν καὶ δευτέρας διαθήκης ἐξῃτήθη τόπος, οὐκ ἐχούσης ἐφ' ἑαυτῇ τῆς πρώτης τὸ ἄμεμπτον. εἰδὼς δὲ τὸ θέλημα τοῦ Θεοῦ καὶ Πατρὸς ὁ ἐξ αὐτοῦ κατὰ φύσιν Υἱὸς, ἑαυτὸν ὑπὲρ ἡμῶν πάντων προσκομιῶν τε ἅμα καὶ ἱερουργήσων αὐτῷ γέγονεν ἄνθρωπος ὑπὲρ ἡμῶν. καὶ τούτου μάρτυς γένοιτ' ἂν ἡμῖν οὐ ψευδοεπὴς ὁ μακάριος Παῦλος, ἔφη γὰρ πάλιν περὶ αὐτοῦ "Διὸ εἰσερχόμενος εἰς τὸν κόσμον λέγει Θυσίαν καὶ προς"φορὰν οὐκ ἠθέλησας, σῶμα δὲ κατηρτίσω μοι· ὁλοκαυτώ"ματα καὶ περὶ ἁμαρτίας οὐκ ἐζήτησας, τότε εἶπον Ἰδοὺ ἥκω, "ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ, τοῦ ποιῆσαι ὁ "Θεὸς τὸ θέλημά σου." τίς οὖν ἄρα ἐστὶν ὁ εἰς τὸν κόσμον εἰσερχόμενος; πῶς δὲ καὶ ὅλως εἰσβεβηκέναι λέγε-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
