Ancient Greek
Page 401
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 401
Not analysed yet
ται; μὴ οὐχὶ δὴ πρότερον ἔξω τε ὑπάρχων αὐτοῦ καὶ οἷον ἀπῳκισμένος; Εἰσβέβηκε τοίνυν εἰς τόνδε τὸν κόσμον ὁ ἐκ Θεοῦ Λόγος, οὐ τοπικῶς δὲ μᾶλλον ἀλλὰ φυσικῶς ὅτε καὶ αὐτὸς μέρος πέφηνε τοῦ κόσμου καταρτίσαντος αὐτῷ τὸ σῶμα τοῦ Θεοῦ καὶ Πατρὸς, ἵνα καὶ τῆς ἁπάντων ζωῆς ἀντάλλαγμα γένηται τεθνεὼς σαρκὶ κατὰ τὰς γραφάς. γέγονε γὰρ "διὰ τοῦτο "καινῆς διαθήκης μεσίτης ὅπως θανάτου γενομένου εἰς ἀπο"λύτρωσιν τῶν ἐπὶ τῇ πρώτῃ διαθήκῃ παραβάσεων, τὴν "ἐπαγγελίαν λάβωσιν οἱ κεκλημένοι τῆς αἰωνίου κληρονο"μίας." ὠνόμασται τοίνυν ἀρχιερεὺς καὶ ἀπόστολος τῆς ὁμολογίας ἡμῶν, εὖ μάλα πεποιημένος, προσκεκόμικε τῷ Πατρὶ καθάπερ ὀσμὴν εὐωδίας πνευματικῆς καὶ ὡς ἤδη κεκαθαρμένους, προσίομεν γὰρ λέγοντες τῆς πίστεως ἡμῶν τὸ μάθημα. ὅτε τοίνυν τῆς ἀκραιφνοῦς πίστεως τὴν ὁμολογίαν τε καὶ ὁμοούσιον Τριάδα ποιεῖσθαι προστετάγμεθα, πῶς οὐχ ἅπασιν ἐναργὲς οὐχ ὡς ἑτέρῳ μᾶλλον αὐτὴν ἱερουργεῖ καὶ προὔχοντί τε καὶ ὑπερκειμένῳ κατὰ τὴν φύσιν, ἑαυτῷ δὲ μᾶλλον μετὰ τοῦ Πατρὸς καὶ τοῦ Ἁγίου Πνεύματος. Θεὸς οὖν ἄρα καὶ ἐν σαρκὶ γεγονὼς νοοῖτ' ἂν εἰκότως· δεδικαιώμεθα γὰρ ὁμολογοῦντες ὅτι καὶ γέγονε σὰρξ καὶ μεμένηκε Λόγος καὶ πεπάτηκεν ὑπὲρ ἡμῶν τοῦ θανάτου τὸ κράτος, ζωὴ κατὰ φύσιν ὑπάρχων ὡς ἐκ ζωῆς τοῦ Πατρός. Ὅτι γάρ ἐστι Θεὸς κατὰ φύσιν καὶ Υἱὸς ἀληθῶς ὁ Ἐμμανουὴλ, οὐδὲν ἧττον ἡμᾶς πιστώσεται λέγων ὁ μακάριος Παῦλος ὡς γέγονε μὲν ἀπόστολος καὶ ἀρχιερεὺς τῆς ὁμολογίας ἡμῶν, πιστὸς δὴ πρὸς τούτῳ τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ Μωυσῆς ἐν τῷ οἴκῳ αὐτοῦ, πλείονος γεμὴν δόξης αὐτὸς ἠξίωται παρὰ Μωσέα, καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. καί μοι πάλιν ἐν τούτοις καταθαυμάζειν ἔπεισι τὸν μυσταγωγὸν, ὑποτρέχει γὰρ εὐμηχάνως