# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 402

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 402. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/402

τὸν Ἰσραὴλ οὐ μετρίως ἀπονενευκότα πρὸς τὸ ἐξήνιον καὶ πρός γε τὸ δεῖν ἀντιφέρεσθαι τῷ Χριστῷ. καὶ τῶν εἰς Μωσέα τε λόγων καὶ ἐγκωμίων ἅπτεται, πιστὸν μὲν ἀποκαλῶν, συνεισάγων δὲ τούτοις ἀστείως τῆς τοῦ Σωτῆρος ἡμῶν ὑπεροχῆς τὸ πολὺ λίαν ἀνεστηκός· ἔφη γὰρ γενέσθαι Χριστὸν ἀπόστολον καὶ ἀρχιερέα καὶ πρός γε τούτῳ πιστὸν, καθάπερ ἀμέλει καὶ αὐτὸς γέγονεν ὁ Μωυσῆς, εὐαφόρμως δὲ λίαν παρενεγκὼν εἰς μέσον τὸ Μωσέως ὄνομα καὶ τοὺς ἐπαίνους τοὺς ἐπ' αὐτῷ προκαταθεὶς τῷ Λόγῳ δέδειχεν εὐθὺς κατόπιν ὄντα τῆς δόξης Χριστοῦ· τετιμῆσθαι γὰρ ἔφη μειζόνως αὐτὸν καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν. Ὁρᾷς ὅπως καὶ ἐν σαρκὶ γεγονότα τὸν τοῦ Θεοῦ Λόγον καὶ ἐν τῇ τοῦ δούλου μορφῇ νοούμενον οἰκονομικῶς τῶν τῆς ἀνθρωπότητος ἀνακομίζει μέτρων καὶ τῶν τῆς δουλείας ὅρων ἐπέκεινα τιθεὶς, γενεσιουργὸν εἶναί φησι τῶν ὅλων καὶ αὐτοῦ δὲ δηλονότι Μωσέως, στεφανοῖ δὲ διὰ τούτων τῇ τῆς κατὰ φύσιν κυριότητος δόξῃ. εἰ γάρ ἐστιν ἀληθὲς ὅτι τῶν ποιημάτων οὐδὲν ταὐτὸν ἔσται κατ' οὐσίαν τῷ ποιητῇ, πῶς ἂν ἐνδοιάσειέ τις ὅτι πάντη τε καὶ πάντως ἀμείνων ἔσται κατὰ τὴν δόξαν ὁ κατασκευάσας αὐτόν; ἐπιτήρει δὲ ὅτι τὸν ἀπόστολον καὶ ἀρχιερέα τῆς ὁμολογίας ἡμῶν αὐτὸν ἔφη πιστὸν μὲν γενέσθαι τῷ ποιήσαντι αὐτὸν καθὰ καὶ αὐτὸς ἦν ὁ ἱεροφάντης Μωσῆς, πλείονος γεμὴν ἠξιῶσθαι δόξης παρ' ἐκεῖνον καθόσον πλείονα τιμὴν ἔχει τοῦ οἴκου ὁ κατασκευάσας αὐτόν· προσεπάγει δὲ τούτοις, Θεὸν ὄντα καταδεικνὺς τὸν Ἰησοῦν Πᾶς δὲ οἶκος κατασκευάζεται ὑπό τινος, ὁ δὲ τὰ πάντα κατασκευάσας Θεός. οὐκοῦν εἰ μὲν ἦν τις ἄνθρωπος εἷς τῶν καθ' ἡμᾶς ὁ Χριστὸς, ἔδει κρίνεσθαι τὰ κατ' αὐτὸν ὡς ἀπὸ μόνου τοῦ χρόνου τῆς κατὰ σάρκα γενέσεως· ἐπειδὴ δὲ ὁ καὶ αὐτῶν αἰώνων πρεσβύτατος Μονογενὴς Υἱὸς ἐν εὐδοκίᾳ τοῦ Θεοῦ καὶ Πατρὸς γέγονεν ἄνθρω-

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
