# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 403

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 403. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/403

πος, κεχρημάτικέ τε οὗτος Χριστὸς Ἰησοῦς· καινὸν γὰρ ὄνομα τοῦτο αὐτῷ καὶ τοῖς τῆς οἰκονομίας καιροῖς συνεισβεβηκὸς, προσέσται πάλιν αὐτῷ καὶ εἰ γέγονε σὰρξ τὸ πρὸ παντὸς εἶναι χρόνου καὶ τὸ δεῖν ὁμολογεῖσθαι πρὸς ἡμῶν ὅτι τῶν ὅλων ἐστὶ γενεσιουργός· "Εἷς γὰρ Θεὸς ὁ Πατὴρ ἐξ οὗ "τὰ πάντα καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς δι' οὗ τὰ "πάντα," καὶ πάλιν "Ἰησοῦς Χριστὸς χθὲς καὶ σήμερον ὁ "αὐτὸς καὶ εἰς τοὺς αἰῶνας." πῶς οὖν αὐτὸς κατὰ τὴν χθὲς ἂν εἴη καίτοι γεννηθεὶς ἐν ἐσχάτοις τοῦ αἰῶνος καιροῖς; ὅτι τῆς τοῦ Θεοῦ Λόγου φύσεως τὸ πρεσβύτατον, ὡς ἔφην, ἀναπόβλητον αὐτῷ μεμένηκεν ἀναγκαίως καὶ ἐν χρόνοις τῆς μετὰ σαρκὸς καὶ νεωτάτης οἰκονομίας. καὶ γοῦν ἐποιεῖτο μὲν λόγους ποτὲ περὶ τοῦ προπάτορος Ἁβραὰμ πρὸς τὸν Ἰσραὴλ λέγων "Ἁβραὰμ ὁ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα "ἴδῃ τὴν ἡμέραν τὴν ἐμὴν, καὶ εἶδεν καὶ ἐχάρη." οἱ δὲ κατ' οὐδένα τρόπον τὸ ἐπ' αὐτῷ συνιέντες μυστήριον, ἄνθρωπον δὲ καθ' ἡμᾶς ἁπλῶς, καὶ πέρα τούτου μηδὲν, ὑπονοοῦντες ὑπάρχειν αὐτὸν, ἀσυνέτως ἔφασκον "Πεντήκοντα ἔτη οὔπω "ἔχεις, καὶ Ἁβραὰμ ἑώρακας;" ὁ δὲ πρὸς αὐτούς "Ἀμὴν "λέγω ὑμῖν πρὶν Ἁβραὰμ γενέσθαι ἐγώ εἰμι." ἔστι τοίνυν αὐτοῦ τε τοῦ Ἁβραὰμ καὶ Μωσέως καὶ τῶν ὅλων τεχνίτης καὶ γενεσιουργὸς, ἀνάγκη δὲ πᾶσα τῶν ἰδίων ποιημάτων προϋφεστάναι λέγειν τὸν ποιητὴν, καὶ τῶν κατ' εἰκόνα τὴν πρὸς αὐτὸν ἐκτισμένων προαναφαίνεσθαι τὸ ἀρχέτυπον κάλλος. οὐκοῦν ἀσυγκρίτως τὸ Μωσέως ὑπερβαλεῖται μέτρον, μᾶλλον δὲ καὶ παντὸς τοῦ κεκλημένου πρὸς γένεσιν ἡ δόξα Χριστοῦ ὑπάρξει. καὶ καθ' ἕτερον δὲ τρόπον πειρᾶται πληροφορεῖν ὁ θεσπέσιος Παῦλος ὅτι γέγονεν αὐτῷ σοφός τε καὶ ἀληθὴς ὁ περὶ τούτων λόγος· ἦν μὲν γὰρ, φησὶν, ὁ Μωσῆς πιστὸς ἐν ὅλῳ τῷ οἴκῳ αὐτοῦ ὡς θεράπων εἰς μαρτύριον τῶν λαληθησομένων, Χριστὸς δὲ ὡς υἱὸς ἐπὶ τὸν οἶκον αὐτοῦ οὗ ὁ οἶκός ἐσμεν ἡμεῖς. ἄθρει δὴ οὖν ὅπως τῷ μὲν μακαρίῳ Μωυσῇ μέτρον ἀπονέμει τὸ οἰκετικὸν τῷ γνησιότητος τρόπῳ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
