# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 407

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 407. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/407

ἀπὸ τοῦ ἐφέλκεσθαι καλούμενον, ὃ διεῖργε τὴν αὐλὴν, εἰς ἣν πάντες κοινῶς εἰσῄεσαν, ἐν ᾗ καὶ ἔθυον κατὰ τοῦ χαλκοῦ θυσιαστηρίου· ὁ δὲ μέσος μετὰ τὸ ἐπίσπαστρον, οὗ ἔνδον εἰσήρχοντο οἱ ἱερεῖς, τὰς λατρείας καθεκάστην ἐπιτελοῦντες· οὗτος δὲ ὁ τόπος ἐκαλεῖτο Ἅγια, ἃ τύπος ἦσαν τῆς παλαιᾶς, ἅτε τῶν δι' αἵματος θυσιῶν ἐκεῖ τελουμένων· ὁ δὲ ἐνδότερος ὠνομάζετο Ἅγια ἁγίων, ἃ τύπος ἦν τοῦ παρ' ἡμῖν μυστηρίου. τὴν μὲν οὖν μετὰ τὸ χαλκοῦν θυσιαστήριον σκηνὴν πρώτην ὁ ἀπόστολος λέγει, ὡς πρὸς τὰ ἅγια τῶν ἁγίων· ἐπεί τοι μέση ἦν τῷ ἐπισπάστρῳ ἀπὸ τῆς αὐλῆς διειργομένη· μετὰ δὲ τὴν μέσην ταύτην σκηνὴν αὖθις τὸ καταπέτασμα ἐτέτατο· καὶ ἔνδον τούτου ἦν ἡ σκηνὴ ἡ λεγομένη ἅγια ἁγίων, εἰς ἣν οὐδεὶς εἰσῄει ἢ μόνος ὁ ἀρχιερεὺς, καὶ οὗτος ἅπαξ τοῦ ἐνιαυτοῦ· ἀπέκειτο δὲ ἐν ταύτῃ ἡ κιβωτὸς τὰς πλάκας τοῦ νόμου φέρουσα, καὶ τὴν στάμνον τοῦ μάννα, καὶ τὴν ῥάβδον Ἀαρών. καὶ μὴν αἱ βασιλεῖαί φασιν ἐν τῇ κιβωτῷ μόνας τεθεῖσθαι τὰς πλάκας, ἐκ παραδόσεως δὲ ἴσως ὁ Παῦλος καὶ τὴν ῥάβδον καὶ στάμνον προσέθηκεν. Ὑπεράνω δὲ αὐτῆς χερουβὶμ δόξης κατασκιάζοντα τὸ ἱλαστήριον. Σύνες οὖν, ὅπως ἐποίει τὸ μὲν ἱλαστήριον εἰς εἰκόνα ἐνανθρωπήσαντος τοῦ Υἱοῦ· τότε γὰρ γέγονεν ἱλαστήριον· πλὴν κύκλῳ περιεστάναι προστάττει τὰ χερουβὶμ, καὶ συσκιάζειν ταῖς πτέρυξιν, ἀεὶ πρὸς αὐτὸν τετραμμένα τε καὶ βλέποντα· εἶτά πως ἡμῖν αὐτὸν ὁ προφήτης τεθεᾶσθαί φησιν, "ὅτε εἶδε τὴν "δόξαν, καὶ ἐλάλησε περὶ αὐτοῦ." εἶδον, γάρ φησι, "τὸν "Κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ τε καὶ

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
