Ancient Greek
Page 408
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 408
Not analysed yet
"ἐπηρμένου·" καὶ τὰ σεραφὶμ εἱστήκει κύκλῳ αὐτοῦ, καὶ τὸν ἐπὶ θρόνου Κύριον ἐδοξολόγουν, τὰς πτέρυγας τείνοντα· οὕτω τετάχατο καὶ ἐν τῇ ἁγίᾳ σκηνῇ συσκιάζοντα ταῖς πτέρυξιν ἐπὶ τὸ ἱλαστήριον· εἰ δὲ ἦν τις τοῖς χερουβὶμ τοῖς ἐκ χρυσίου πεποιημένοις βοή τε καὶ λόγος, ἐδοξολόγησαν ἂν ὡς κύριον σαβαὼθ, τὸν ἐν τῇ δούλου μορφῇ πεφηνότα Υἱὸν Μονογενῆ τὸν ἐκ Θεοῦ Πατρὸς κατὰ φύσιν.