# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 409

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 409. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/409

Καὶ διαφόροις βαπτισμοῖς καὶ δικαιώμασι σαρκὸς μέχρι καιροῦ διορθώσεως ἐπικείμενα. Τετελείωκεν ὁ νόμος οὐδένα κατὰ συνείδησιν, εἰσκεκόμικε δὲ μᾶλλον βαπτισμῶν διδαχὰς, ἀφηγήσεις περιῤῥαντηρίων "πρὸς τὴν τῆς σαρκὸς καθαρότητα·" καταλήγει γὰρ εἰς τοῦτο μόλις τῆς νομικῆς ἱερωσύνης ἡ δύναμις· κἂν γὰρ νεκροῦ τις ἥψατο, κἂν λεπροῦ, κἂν γονοῤῥυὴς ἐγένετο, ἐβαπτίζετο, καὶ οὕτως ἐδόκει καθαρίζεσθαι· ταῦτα δὲ δικαιώματα ἦσαν σαρκὸς, τουτέστιν ἐντολαὶ σάρκιναι, σαρκικῶς δικαιοῦσαι τοὺς κατὰ σάρκα δοκοῦντας ἀκαθάρτους. —Ὅτι δὲ ταῖς κατὰ νόμον σκιαῖς τοὺς ἐξ αἵματος Ἰσραὴλ ἀσυνέτως ἐμφιλοχωρεῖν οὐκ ἠφίει Θεὸς, ἐξ αὐτῶν εἰσόμεθα τῶν ἱερῶν γραμμάτων· προστέταχε μὲν γὰρ καταθύεσθαι τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ, ὁδοιπορικῶς δὲ ἐσταλμένους σιτεῖσθαι, σημαίνων ὡς μέχρι παντὸς οὐ στήσεται τὰ ἐν τύποις, ἀλλ' οἱονεὶ δραμεῖται πρὸς ἀλήθειαν.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
