# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 412

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 412. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/412

"ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος," κατακλυσμὸν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ἐπηφίει Θεὸς, οἷόν τινα κῆπον ὑλομανήσαντα καὶ κεχερσωμένον ἀνακτώμενος, καὶ φυτὸν ἐν αὐτῷ τηρήσας εὐγενὲς, τὸν πανάριστον Νῶε, ἵν' ἐξ αὐτοῦ τὸ γένος τὸ ἀνθρώπινον, εἰς ἑτέραν ὥσπερ ἀρχὴν μεταστοιχειούμενον, σώζηται πάλιν ἐπὶ τῆς γῆς. πίστει οὖν χρηματισθεὶς Νῶε κατεσκεύαζε τὴν κιβωτὸν εἰς σωτηρίαν τοῦ οἴκου αὐτοῦ, "εἰς "ἣν ὀλίγαι τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι' ὕδατος·" μία μὲν γὰρ ἐξενήνεκται θανάτου ψῆφος κατὰ πάντων τῶν ἐπὶ τῆς γῆς, πεπληθυμένης δηλονότι τῆς ἁμαρτίας καὶ εἰς ἀβούλητον ὀργὴν καλεσάσης τὸν Δημιουργόν· ἀλλ' ἐσώζετο πανοικὶ δίκαιος ὢν ὁ Νῶε· πεπίστευκε γὰρ τῷ Θεῷ προστάττοντι κατασκευάσαι τὴν κιβωτὸν, καὶ βεβάπτιστο μὲν ἡ σύμπασα γῆ, ἡ δὲ τοῖς ὕδασιν ἐπενήχετο, κυβερνήτην λαβοῦσα τὸν τῶν ὅλων σωτῆρα Θεόν· καὶ ἦν ἐν αὐτῇ λείψανον ἀνθρωπότητος ὁμοῦ γυναιξὶ καὶ τέκνοις· ὁ πίστιν ἔχων τὸ καύχημα. Πίστει προσήνεγκεν Ἁβραὰμ τὸν Ἰσαὰκ πειραζόμενος. Ἀλλ' οὐ δύναμαι τοῦ μεγάλου τούτου ἀποστῆναι θαύματος· πρεσβύτης ἦν ὁ μακάριος Ἁβραὰμ, ἐθρήνει τὴν ἀπαιδίαν, ἐζήτει παρὰ Θεοῦ κληρονόμον ἐξ ἐλευθέρας· εἶτα λαβὼν, καὶ ἐπ' αὐτῷ πᾶσαν ἔχων τὴν τοῦ γένους ἐλπίδα καὶ τὸ τῆς θείας ὑποσχέσεως τέλος, προσετάττετο θύειν αὐτόν· τί οὖν ὁ πρεσβύτης; ἐννοῶ μὲν ἐν ὅσαις γέγονε δυσθυμίαις· ἡ φύσις αὐτὸν ἐβιάζετο πρὸς φιλοστοργίαν, τὸ θεῖον ἐκάλει πρόσταγμα πρὸς ὑπακοήν· προσέκειτο τῷ παιδὶ μόνον ἔχων αὐτὸν, ἐδεδίει προσκροῦσαι Θεῷ· καὶ καθάπερ τι δένδρον μέγα τε καὶ εὐμηκέστατον ταῖς τῶν ἀνέμων ἀντιπνοίαις τῇδε

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
