# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 415

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 415. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/415

δὲ δι' Υἱοῦ καὶ σὺν αὐτῷ ἐν Πνεύματι τὴν ἐφ' ὁτῳοῦν τῶν δρωμένων ἐνέργειάν τε καὶ θέλησιν. Οὐ γὰρ προσεληλύθατε κ.τ.λ. ἔμφοβός εἰμι καὶ ἔντρομος. Ταύτης καὶ νῦν μέμνηται Παῦλος τῆς ἱστορίας καὶ τοῦ καιροῦ, καθ' ὃν καθίκετο μὲν ἐν εἴδει πυρὸς ἐπὶ τὸ Σινὰ ὁ Θεὸς, καὶ "φωνὴ τῆς σάλπιγγος ἤχει μέγα." ἦν δὲ ἀπρόσβλητος τοῖς ὁρῶσιν ἡ θέα, καὶ δύσοιστος ἡ τῶν σαλπίγγων ἠχή· διὸ ἔφασκον "Τὸ πῦρ τὸ μέγα τοῦτο οὐκ ὀψόμεθα ἔτι, "καὶ οὐκ ἀκουσόμεθα τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ἡμῶν." Νῦν δὲ ἔτι ἐπήγγελται λέγων Ἔτι ἅπαξ ἐγὼ σείω οὐ μόνον τὴν γῆν ἀλλὰ καὶ τὸν οὐρανόν. Ἔγνω μὲν γὰρ ὁ οὐρανὸς τὸ μυστήριον, ἔγνω δὲ ὁμοίως καὶ ἡ σύμπασα γῆ· δύο γὰρ γεγόνασι μεταθέσεις βίων ἐπιφανεῖς ἐκ τοῦ παντὸς αἰῶνος, καὶ διαθῆκαι δύο καλοῦνται, καὶ σεισμοὶ γῆς, διὰ τὸ τοῦ πράγματος περιβόητον· ἡ μὲν ἀπὸ τῶν εἰδώλων ἐπὶ τὸν νόμον, ἡ δὲ ἀπὸ τοῦ νόμου πρὸς τὸ εὐαγγέλιον· καὶ τρίτον σεισμὸν εὐαγγελιζόμεθα, τὴν ἐντεῦθεν ἐπὶ τὰ ἐκεῖσε μετάστασιν, τὰ μηκέτι κινούμενα μηδὲ σαλευόμενα. Διὸ βασιλείαν ἀσάλευτον παραλαμβάνοντες ἔχωμεν χάριν. Ἐνταῦθα ἡδέως ἂν ἐροίμην τοὺς παυθῆναί ποτε τὴν βασιλείαν Χριστοῦ νομίζοντας, τῆς τίνος βασιλείας διαμεμνῆσθαι νῦν τὸν ἀπόστολον φήσομεν, ἣν καὶ ἐρηρεισμένην ἔσεσθαι λέγει, καὶ ἀεὶ λαχοῦσαν τὸ ἀκατάσειστον; δηλοῖ γὰρ οἶμαί που τουτὶ τό Ἀσάλευτον· πότερα τὴν Υἱοῦ βασιλείαν ἐν τούτοις φησὶν, ἤγουν τὴν αὐτοῖς τοῖς ἁγίοις δοθησομένην; εἰ μὲν

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
