Ancient Greek
Page 419
Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos 419
Not analysed yet
Τῆς δὲ εὐποιΐας καὶ κοινωνίας κ. τ. λ. Σὺ δέ μοι ὅρα πάλιν, ὅπως ἐνθάδε Θεὸν ὁ Παῦλος τὸν Υἱὸν ἀποκαλεῖ· εἰ γὰρ αὐτός ἐστιν ὁ σύμπαν ἄγων εἰς κρίσιν τὸ ποίημα, καὶ ἀποδιδοὺς "ἑκάστῳ κατὰ τὰ ἔργα "αὐτοῦ," διά τε τοῦτο τοὺς εὖ ποιοῦντας τὸν πλησίον ἀποδεχόμενος καὶ λέγων "Δεῦτε, κληρονομήσατε τὴν ἡτοιμασμέ"νην ὑμῖν βασιλείαν, ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν," καὶ τὰ ἑξῆς, πῶς οὐκ ἔσται Θεὸς ὁ οὕτως ἀποκεκλημένος διὰ τῆς ἀψευδοῦς τῶν ἁγίων φωνῆς, καὶ τὰς τῶν εὖ ποιούντων θυσίας ἀποδεχόμενος, ἀποδιδούς τε ἑκάστῳ τὴν αὐτῷ πρέπουσαν ἀμοιβὴν, καὶ εἰς τὴν τῶν οὐρανῶν βασιλείαν εἰσπέμπων τὸν τῶν ἁγίων χορόν;