# Fragmenta in sancti Pauli epistulam ad Hebraeos 421

Cyrillus, Fragmenta in sancti Pauli epistulam ad Hebraeos, Page 421. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/cyrillus-theol/fragmenta-in-sancti-pauli-epistulam-ad-hebraeos/421

γεγραμμένον "Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ἡ "καρδία καὶ ἡ ψυχὴ μία." ἑκάστου γὰρ τῶν πεπιστευκότων κατά γε τὸν τῆς ἰδίας ὑποστάσεως λόγον διεσχοινισμένου τῶν ἄλλων, ὅσον ἧκεν εἰς ταυτοβουλίαν καὶ τὴν ἑνότητα τῆς πίστεως, ψυχὴ πάντων εἶναι μία λέγεται καὶ καρδία· ἆρα οὖν καὶ κατὰ τοῦτον καὶ αὐτοὶ τὸν τρόπον, τῶν προσώπων τὴν ἕνωσιν ὁμολογεῖν ἐγνώκασι; Καὶ μετὰ βραχέα· Καὶ οὐδέπω φαμὲν ἐν τῷ ἀνθρωπίνῳ σώματι τὴν τοῦ Θεοῦ Λόγου περιγεγράφθαι φύσιν· ἄποσον γὰρ τὸ θεῖον. Εἶτα ἐπάγει· Ὄψεταί τις ἐν Χριστῷ τὸ ἀνθρώπινον τελείως ἔχον, κατά γε τὸν τῆς ἰδίας φύσεως λόγον· ὁμοίως τε τέλειον τὸν ἐκ Θεοῦ φύντα Λόγον· πλὴν ἕνα τὸν ἐξ ἀμφοῖν ὁμολογήσει Χριστὸν καὶ Υἱὸν, οὐ προσώπων ἑνώσει μόνον συντιθεὶς τὴν οἰκονομίαν, συλλέγων δὲ μᾶλλον εἰς ἓν τὰς φύσεις ἀποῤῥήτως γε καὶ ὑπὲρ λόγον, ὡς αὐτὸς ἔγνω ὁ Θεός. καὶ οὐ δήπου φαμὲν ἀνάχυσιν ὥσπερ τινὰ συμβῆναι περὶ τὰς φύσεις, ὡς μεταστῆναι μὲν τὴν τοῦ Λόγου φύσιν εἰς τὴν τοῦ ἀνθρώπου τυχόν· ἀλλ' οὐδὲ αὖ τὴν ἀνθρωπίνην εἰς τὴν αὐτοῦ τοῦ Λόγου· νοουμένης δὲ μᾶλλον καὶ ὑπαρχούσης ἑκατέρας ἐν τῷ τῆς ἰδίας φύσεως ὅρῳ, πεπράχθαι φαμὲν τὴν ἕνωσιν, ἐνοικήσαντος τοῦ Λόγου σωματικῶς τῷ ἐκ παρθένου ναῷ. Καὶ μετ' ὀλίγα· Εἴ τις οὖν ἄρα λέγει μόνων προσώπων τὴν ἕνωσιν, ἀποδιιστὰς ὁλοτρόπως ἀλλήλων τὰς φύσεις, ἔξω τῆς εὐθείας φέρεται τρίβου.

---

Cyrillus Theol., Fragmenta in sancti Pauli epistulam ad Hebraeos. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg4090.tlg006.local001/.
